Nations Bible

1 Corintios 4

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. 2⸂Ὃ δὲ⸃ λοιπόν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. 3Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. 4Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. 5Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.

6Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ⸂ὃ⸃ γέγραπται ⸋φρονεῖν,⸌ ⸂ 2ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε⸃ κατὰ τοῦ ἑτέρου. 7Τίς γάρ σε διακρίνει; Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; 8Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 9Δοκῶ γὰρ ⸋ὅτι⸌ ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις. 10Ἡμεῖς μωροὶ διὰ χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, 12καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· 13⸂βλασφημούμενοι⸃ παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.

14Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ ⸂νουθετῶ.⸃ 15Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. 17Διὰ τοῦτο ⸆ ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστιν ⸉τέκνον μου⸊ ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν ⸂χριστῷ,⸃ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. 19Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. 20Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ᾽ ἐν δυνάμει. 21Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος;

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Siervos, administradores y la advertencia de un padre

  • Pablo aplica estas cosas a sí mismo y a Apolos, para que los corintios aprendan a no enorgullecerse de un hombre por encima de otro. Apolos, judío nacido en Alejandría, elocuente y versado en las Escrituras, siguió hacia Corinto, donde regó la semilla que Pablo había sembrado, y sus discípulos allí se apegaron mucho a él. Un breve relato de su vida lo sitúa con Pablo en Éfeso cuando se escribió la primera carta a los Corintios.Fuentes: el propio texto bíblico · Apollos
  • Pablo dice que los corintios ya tienen todo lo que quieren, se han enriquecido y se han convertido en reyes sin él y sus compañeros, y desea que de veras fueran reyes, para que él y sus compañeros fueran reyes con ellos. Escribe que le parece que Dios ha exhibido a los apóstoles al final del cortejo, como prisioneros destinados a la muerte, un espectáculo para el mundo entero, para los ángeles y también para los hombres, mientras pasan hambre y sed, mal vestidos, sin hogar y trabajando duramente con sus propias manos.Fuentes: el propio texto bíblico
  • Pablo dice que ha enviado a Timoteo, su hijo amado y fiel en el Señor, para recordar a los corintios su manera de vivir en Cristo Jesús, la misma enseñanza que da en todas partes, en cada iglesia. Timoteo, nombre que significa honrando a Dios, era un joven discípulo que acompañó a Pablo en muchos de sus viajes, y Pablo lo llamaba su propio hijo en la fe. Ese relato no dice nada del padre de Timoteo, salvo que era griego, y nombra a su madre como Eunice y a su abuela como Loida.Fuentes: el propio texto bíblico · Timotheus

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.