1 Corintios 12
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 2Οἴδατε ὅτι ⸋ὅτε⸌ ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. 3Διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει Ἀνάθεμα ⸂Ἰησοῦν·⸃ καὶ οὐδεὶς δύναται εἰπεῖν, ⸂ 2Κύριον Ἰησοῦν,⸃ εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
4Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα. 5Καὶ διαιρέσεις διακονιῶν εἰσίν, καὶ ὁ αὐτὸς κύριος. 6Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ⸂ὁ δὲ⸃ αὐτός ⸂ 2ἐστιν⸃ θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 8ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα· 9⸂ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ⸂ 2αὐτῷ⸃ πνεύματι· 10ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ⸃ ἑρμηνεία γλωσσῶν· 11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη ⸉ἔχει πολλά,⸊ πάντα δὲ τὰ μέλη τοῦ σώματος ⸋τοῦ ἑνός,⸌ πολλὰ ὄντα, ἕν ἐστιν σῶμα· οὕτως καὶ ὁ χριστός. 13Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· καὶ πάντες ⸋εἰς⸌ ἓν πνεῦμα ἐποτίσθημεν. 14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15Ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16Καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 17Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18⸂Νυνὶ⸃ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν. 19Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20Νῦν δὲ πολλὰ ⸋μὲν⸌ μέλη, ἓν δὲ σῶμα. 21Οὐ δύναται δὲ ⸋ὁ⸌ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, Χρείαν ὑμῶν οὐκ ἔχω. 22Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν· 23καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει· 24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει· ⸆ ἀλλ᾽ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ⸂ὑστεροῦντι⸃ περισσοτέραν δοὺς τιμήν, 25ἵνα μὴ ᾖ ⸂σχίσματα⸃ ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη. 26Καὶ ⸂εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ⸋ἓν⸌ μέλος, συγχαίρει πάντα τὰ μέλη.⸃ 27Ὑμεῖς δέ ἐστε σῶμα χριστοῦ, καὶ μέλη ἐκ μέρους. 28Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ⸂εἶτα⸃ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; 30Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; 31Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ ⸂κρείττονα.⸃ Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

¿Sabías que…?
Dones espirituales y un solo cuerpo
- El capítulo empieza recordando que los lectores, cuando eran paganos, eran arrastrados hacia ídolos mudos. Luego fija un criterio para lo que se dice de Jesús: nadie que habla por el Espíritu de Dios maldice a Jesús, y nadie puede confesar que Jesús es Señor sino por el Espíritu Santo.Fuentes: el propio texto bíblico
- Los dones, los ministerios y las formas de actuar son distintos, pero provienen del mismo Espíritu, del mismo Señor y del mismo Dios, que realiza todas las cosas en todas las personas. La manifestación del Espíritu se da a cada uno para el bien común, y el único Espíritu las reparte —entre ellas sabiduría, conocimiento, fe, sanidades, milagros, profecía, discernimiento de espíritus, diversas lenguas e interpretación— según él determina. Las preguntas del final dicen lo mismo: no todos son apóstoles, profetas o maestros, ni todos hablan en lenguas o las interpretan.Fuentes: el propio texto bíblico
- Los muchos miembros se comparan con un solo cuerpo, y lo mismo se dice de Cristo. En un solo Espíritu todos fueron bautizados en ese único cuerpo, judíos o griegos, esclavos o libres, y a todos se les dio a beber de un solo Espíritu. Las partes que parecen más débiles se llaman indispensables, y a las consideradas menos honrosas se les da mayor honra, para que no haya división y los miembros sufran y se alegren juntos.Fuentes: el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Fuente: http://ebible.org/grcsr/ · eBible.org