Nations Bible

1 Corintios 10

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

1Οὐ θέλω ⸂δὲ⸃ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, 2καὶ πάντες εἰς τὸν Μωϋσῆν ⸂ἐβαπτίσαντο⸃ ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, 3καὶ πάντες τὸ αὐτὸ ⸉βρῶμα πνευματικὸν⸊ ἔφαγον, 4καὶ πάντες τὸ αὐτὸ ⸉πόμα πνευματικὸν ἔπιον·⸊ ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ ⸉ 2δὲ πέτρα⸊ ἦν ὁ χριστός. 5Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. 6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ⸂ὥσπερ⸃ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. 8Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ⸋ἐν⸌ μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9Μηδὲ ἐκπειράζωμεν ⸂τὸν χριστόν,⸃ καθὼς ⸋καί⸌ τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ⸂ 2ἀπώλοντο.⸃ 10Μηδὲ γογγύζετε, ⸂καθὼς⸃ ⸋καί⸌ τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11Ταῦτα δὲ ⸋πάντα⸌ ⸂τύποι συνέβαινον⸃ ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων ⸂ 2κατήντησεν.⸃ 12Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. 13Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· ⸂πιστὸς⸃ δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ⸋ὑμᾶς⸌ ὑπενεγκεῖν.

14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. 15Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι. 16Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ⸉τοῦ αἵματος τοῦ χριστοῦ ἐστίν;⸊ Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ χριστοῦ ἐστίν; 17Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ⸂οὐχὶ⸃ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19Τί οὖν φημι; ⸉Ὅτι εἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν;⸊ 20Ἀλλ᾽ ὅτι ⸂ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ θεῷ·⸃ οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21Οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22Ἢ παραζηλοῦμεν τὸν κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν;

23⸂Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν,⸃ ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ. 24Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ⸋ἕκαστος.⸌ 25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 26Τοῦ ⸉γὰρ κυρίου⸊ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27Εἰ ⸋δέ⸌ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο ⸂εἰδωλόθυτόν⸃ ἐστιν, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· ⸋Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.⸌ 29Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30Εἰ ⸆ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; 31Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. 32Ἀπρόσκοποι ⸉γίνεσθε καὶ Ἰουδαίοις⸊ καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· 33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ ⸂συμφέρον,⸃ ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Advertencias del desierto y la mesa del Señor

  • Pablo dice que no quiere que los corintios ignoren que los antepasados estuvieron todos bajo la nube y pasaron todos por el mar, y que fueron bautizados en Moisés en la nube y en el mar. Todos comieron el mismo alimento espiritual y bebieron la misma bebida espiritual de la roca espiritual que los acompañaba, y él afirma que esa roca era Cristo.Fuentes: el propio texto bíblico
  • Pablo dice que Dios no se agradó de la mayoría de ellos, pues fueron derribados en el desierto. Menciona la idolatría, la inmoralidad sexual en la que veintitrés mil murieron en un solo día, el poner a prueba a Cristo, que trajo muerte por serpientes, y las quejas, castigadas por el ángel destructor, y llama a esos hechos ejemplos escritos como advertencias.Fuentes: el propio texto bíblico
  • Llama a la copa de bendición y al pan que se parte una participación en la sangre y el cuerpo de Cristo, y afirma que los sacrificios de los paganos se ofrecen a los demonios, no a Dios, de modo que las dos mesas no pueden compartirse. Lo que se vende en el mercado de carne puede comerse sin plantear cuestiones de conciencia, pues "Del Señor es la tierra y su plenitud", pero si alguien dice que fue ofrecido a los ídolos, conviene rechazarlo por la conciencia de esa persona.Fuentes: el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Fuente: http://ebible.org/grcsr/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.