Nations Bible

Jeremías 26

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA · Toca un versículo para ver sus referencias cruzadas.

1Τ… Αἰγύπτῳ ἐπὶ δύναμιν Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐφράτῃ ἐν Χαρχαμείς, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ βασιλέως Ἰούδα.

3Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον· 4ἐπισάξατε τοὺς ἵππους, ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν· προβάλετε τά δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν. 5τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν εἰς τὰ ὀπίσω; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. φυγῇ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει Κύριος. 6μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρός· ἐπὶ βορρᾶν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν, πεπτώκασι. 7τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ; 8ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἶπεν· ἀναβήσομαι καὶ κατακαλύψω τὴν γῆν καὶ ἀπολῶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. 9ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα, ἐξέλθατε, οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις· καὶ Λυδοί, ἀνάβητε, ἐντείνατε τόξον. 10καὶ ἡ ἡμέρα ἐκείνη Κυρίῳ τῷ Θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ, καὶ καταφάγεται ἡ μάχαιρα Κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι θυσία τῷ Κυρίῳ σαβαὼθ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ. 11ἀνάβηθι Γαλαὰδ καὶ λάβε ρητίνην τῇ παρθένῳ θυγατρὶ Αἰγύπτου· εἰς κενὸν ἐπλήθυνας ἰάματά σου, ὠφέλεια οὐκ ἔστιν ἐν σοί. 12ἤκουσαν ἔθνη φωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησαν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι.

13Ἃ ἐλάλησε Κύριος ἐν χειρὶ Ἱερεμίου τοῦ ἐλθεῖν Ναβουχοδονόσορ τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι γῆν Αἰγύπτου.

14Ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμφιν, εἴπατε· ἐπίστηθι καὶ ἑτοίμασον, ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου. 15διατί ἔφυγεν ἀπὸ σοῦ ὁ Ἆπις; ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν, ὅτι Κύριος παρέλυσεν αὐτόν. 16καὶ τὸ πλῆθός σου ἠσθένησε καὶ ἔπεσε, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει· ἀναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. 17καλέσατε τὸ ὄνομα Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, Σαών- Ἐσβί- Ἐμωήδ. 18ζῶ ἐγώ, λέγει Κύριος ὁ Θεός, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσι καὶ ὡς ὁ Κάρμηλος ἐν τῇ θαλάσσῃ ἥξει. 19σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα θύγατερ Αἰγύπτου, ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ. 20δάμαλις κεκαλλωπισμένη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βορρᾶ ἦλθεν ἐπ' αὐτήν. 21καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ, διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν, οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ' αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. 22φωνὴ ὡς ὄφεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύονται· ἐν ἀξίναις ἥξουσιν ἐπ' αὐτὴν ὡς κόπτοντες ξύλα. 23ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος ὁ Θεός, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός. 24κατῃσχύνθη ἡ θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ βορρᾶ. 25ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμὼν τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραώ καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ' αὐτῷ. 27σὺ δὲ μὴ φοβηθῇς, δοῦλός μου Ἰακώβ, μηδὲ πτοηθῇς, Ἰσραήλ· διότι ἐγὼ ἰδοὺ σῴζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν, καὶ ἀναστρέψει Ἰακὼβ καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν. 28μὴ φοβοῦ, παῖς μου Ἰακώβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ ἐγώ εἰμι· ἡ ἀπτόητος καὶ τρυφερὰ παρεδόθη· ὅτι ποιήσω ἔθνει συντέλειαν ἐν παντὶ ἔθνει, εἰς οὓς ἔξωσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν· καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀθῷον οὐκ ἀθῳώσω σε.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

El juicio de Jeremías y sus precedentes

  • Cuando sacerdotes y profetas exigieron la muerte de Jeremías por anunciar la ruina del templo, varios ancianos apelaron al precedente de Miqueas de Moreset, ocurrido más de un siglo atrás. En tiempos del rey Ezequías, Miqueas proclamó una advertencia similar contra Jerusalén, pero el monarca buscó el favor del Señor en lugar de ejecutar al profeta.Fuentes: el propio texto bíblico · Micah · Hezekiah
  • El pasaje subraya el peligro que corría Jeremías al recordar la suerte de Urías hijo de Semaías, quien anunció un mensaje idéntico. Cuando el rey Joacim intentó matarlo, Urías huyó a Egipto, pero el monarca envió soldados a extraditarlo, lo hizo degollar y arrojó su cadáver a las fosas del pueblo común.Fuentes: el propio texto bíblico · Urijah · Jehoiakim
  • Jeremías se salvó en gran medida gracias a la intervención de Ahicam hijo de Safán, un noble influyente cuya familia había colaborado en las reformas religiosas del rey Josías.Fuentes: el propio texto bíblico · Ahikam

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Jerusalem · 31.777, 35.234 · versículos 6, 9, 18
  • Shiloh · Hoy: Khirbet Seilun · 32.056, 35.290 · versículos 6, 9
  • New Gate · Hoy: in Jerusalem · 31.777, 35.234 · versículo 10
  • Mount Zion · 31.772, 35.229 · versículo 18
  • Zion · Hoy: Jerusalem · 31.777, 35.234 · versículo 18
  • Kiriath-jearim · Hoy: Deir el Azar · 31.809, 35.104 · versículo 20
  • Egypt · 30.129, 31.308 · versículos 21, 22, 23

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
The Old Testament in Ancient Greek, Septuagint translation
Public Domain
℗ Orthodox Media Network
Language: Ελληνικά (Greek, Ancient)
Dialect: Koine
ORTHODOX MEDIA NETWORK-ΟΡΘΟΔΟΞΟ ΔΙΚΤΥΟ ΕΝΗΜΕΡΩΣΗΣ
A Voice from the Heart of Mount Athos to the World
Orthodox Media Network ( https://vivlos.link/DEqNY ) was founded on Mount Athos – the only monastic republic in the world – with main mission to promote the Holy Scriptures and preserve the spiritual and cultural heritage of Orthodox monasticism, using mainly the internet.
Since 2010, its founder and General Secretary, Apostolos Vavylis, has become the first person internationally to record the entire Bible in both the original ancient Greek text and its modern Greek translation. This work – unprecedented in Orthodox tradition – has reached and inspired millions:
* Over 15 million people (estimated) have listened to at least one chapter of the recorded Bible.
* Hundreds of independent accounts across nearly every digital platform, share these recordings in countless forms.
We have never claimed copyright or demanded takedowns of these reproductions — because our goal is not profit, but the free and faithful dissemination of the Word of God and the blessing it brings to the world.
We welcome anyone that would like to publicly share our work with the only condition to publish the present text as a minimum respect to our mission.
* Our vision:
To place a Bible in every Greek-speaking home, wherever it may be on earth.
There are an estimated 17 million Greeks living in nearly 100 countries.
* If you wish to support or partner with us, please contact:
* [email protected]
The Old Testament (Septuaginta)
We are a voice of Orthodoxy, a witness of the Word, and a blessing to the Nations.
2026-02-13

Fuente: http://ebible.org/grclxx/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.