Nations Bible

Génesis 7

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA · Toca un versículo para ver sus referencias cruzadas.

1ΚΑΙ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ. 2ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ, 3καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπί πᾶσαν τὴν γῆν. 4ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς. 5καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.

6Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. 7εἰσῆλθε δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ τοῦ κατατακλυσμοῦ. 8καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς 9δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. 10καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς. 11ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν. 12καὶ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. 13ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτόν. 14καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ 15εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς. 16καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθε, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ.

17Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπεπληθύνθη τὸ ὕδωρ καὶ ἐπῆρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς. 18καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καί ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος. 19τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφόδρα ἐπὶ τῆς γῆς καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ· 20πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. 21καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ ἀπὸ θηρίων καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος. 22καὶ πάντα, ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶν, ὃ ἦν ἐπὶ τῆς ξηρᾶς, ἀπέθανε. 23καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπί προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ. 24καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

El diluvio cubre la tierra

  • Noé tenía 600 años cuando las aguas del diluvio vinieron sobre la tierra, el día diecisiete del segundo mes. Una cronología fecha el comienzo del diluvio en 2347 a.C.; la lluvia cayó durante cuarenta días y cuarenta noches, y las aguas cubrieron la tierra durante 150 días.Fuentes: el propio texto bíblico · The Great Flood begins · Water covers the earth
  • Aquel día Noé entró en el arca con su mujer, sus hijos Sem, Cam y Jafet, y las tres mujeres de sus hijos, ocho personas en total. El Easton's Bible Dictionary (1897) da al nombre de Sem el sentido de renombre y lo llama probablemente el mayor, identifica a Cam, que significa cálido o caliente y de ahí el sur, como el menor, y explica a Jafet como el que se extiende ampliamente, aunque quizá el primero por nacimiento.Fuentes: el propio texto bíblico · Shem · Ham · Japheth
  • A Noé se le mandó llevar siete parejas de toda clase de animal limpio y de toda ave, macho y hembra, pero solo una pareja de toda clase de animal impuro, para preservar su descendencia sobre la faz de toda la tierra. El capítulo también dice que los animales vinieron a él de dos en dos, como Dios había mandado, y que el SEÑOR lo encerró.Fuentes: el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
The Old Testament in Ancient Greek, Septuagint translation
Public Domain
℗ Orthodox Media Network
Language: Ελληνικά (Greek, Ancient)
Dialect: Koine
ORTHODOX MEDIA NETWORK-ΟΡΘΟΔΟΞΟ ΔΙΚΤΥΟ ΕΝΗΜΕΡΩΣΗΣ
A Voice from the Heart of Mount Athos to the World
Orthodox Media Network ( https://vivlos.link/DEqNY ) was founded on Mount Athos – the only monastic republic in the world – with main mission to promote the Holy Scriptures and preserve the spiritual and cultural heritage of Orthodox monasticism, using mainly the internet.
Since 2010, its founder and General Secretary, Apostolos Vavylis, has become the first person internationally to record the entire Bible in both the original ancient Greek text and its modern Greek translation. This work – unprecedented in Orthodox tradition – has reached and inspired millions:
* Over 15 million people (estimated) have listened to at least one chapter of the recorded Bible.
* Hundreds of independent accounts across nearly every digital platform, share these recordings in countless forms.
We have never claimed copyright or demanded takedowns of these reproductions — because our goal is not profit, but the free and faithful dissemination of the Word of God and the blessing it brings to the world.
We welcome anyone that would like to publicly share our work with the only condition to publish the present text as a minimum respect to our mission.
* Our vision:
To place a Bible in every Greek-speaking home, wherever it may be on earth.
There are an estimated 17 million Greeks living in nearly 100 countries.
* If you wish to support or partner with us, please contact:
* [email protected]
The Old Testament (Septuaginta)
We are a voice of Orthodoxy, a witness of the Word, and a blessing to the Nations.
2026-02-13

Fuente: http://ebible.org/grclxx/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.