Génesis 5
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA · Toca un versículo para ver sus referencias cruzadas.
1ΑΥΤΗ ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· 2ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς· 3ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. 4ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ Ἀδάμ, ἃς ἔζησε μετά τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 5καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανεν.
6Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν Ἐνώς. 7καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 8καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
9Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν. 10καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 11καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.
12Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ. 13καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 14καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέρα Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.
15Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ἰάρεδ. 16καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 17καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε.
18Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Ἐνώχ. 19καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 20καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
21Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα. 22εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 23καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη. 24καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
25Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Λάμεχ. 26καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ δύο καὶ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 27καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἃς ἔζησεν, ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
28Καὶ ἔζησε Λάμεχ ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησεν υἱόν. 29καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων· οὗτος διαναπαύσει ἡμᾶς ἀπό τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. 30καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 31καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανε.
32Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν Ἰάφεθ.

¿Sabías que…?
Las generaciones de Adán
- Este capítulo se presenta como "el libro de las generaciones de Adán". El Easton's Bible Dictionary (1897) explica Adán como una palabra babilónica que significa "rojo", el nombre genérico de hombre, con el mismo sentido en hebreo y en asirio, y relaciona el nombre con el hecho de que fue formado del polvo de la tierra. Set, nacido a semejanza del propio Adán, lleva un nombre que significa "designado" o "un sustituto": su madre dijo que Dios le había designado otro hijo en lugar de Abel, a quien Caín había matado.Fuentes: el propio texto bíblico · Adam · Seth
- Enoc, hijo de Jared y padre de Matusalén, es la única persona de esta lista de quien no se dice que murió. El capítulo dice que, después del nacimiento de Matusalén, caminó con Dios durante 300 años y que, a los 365 años, "ya no estaba, porque Dios se lo había llevado". El Easton's Bible Dictionary (1897) llama a esto una traslación sin probar la muerte, señala que es el séptimo desde Adán —a diferencia de otro Enoc, hijo de Caín— y observa que, según lo registrado, solo Adán había muerto de muerte natural y Noé aún no había nacido.Fuentes: el propio texto bíblico · Enoch (father of Methuselah)
- Matusalén, cuyo nombre el Easton's Bible Dictionary (1897) da como "hombre del dardo", vivió 969 años, la vida más larga de esta genealogía; el diccionario afirma que murió en el año del Diluvio. Su nieto Noé, nombre que significa "descanso", fue llamado así por Lamec con la esperanza de que los consolara en el trabajo y la fatiga causados por la tierra que el SEÑOR había maldecido.Fuentes: el propio texto bíblico · Methuselah · Noah
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Créditos y licencia de esta traducción
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA The Old Testament in Ancient Greek, Septuagint translation Public Domain ℗ Orthodox Media Network Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine ORTHODOX MEDIA NETWORK-ΟΡΘΟΔΟΞΟ ΔΙΚΤΥΟ ΕΝΗΜΕΡΩΣΗΣ A Voice from the Heart of Mount Athos to the World Orthodox Media Network ( https://vivlos.link/DEqNY ) was founded on Mount Athos – the only monastic republic in the world – with main mission to promote the Holy Scriptures and preserve the spiritual and cultural heritage of Orthodox monasticism, using mainly the internet. Since 2010, its founder and General Secretary, Apostolos Vavylis, has become the first person internationally to record the entire Bible in both the original ancient Greek text and its modern Greek translation. This work – unprecedented in Orthodox tradition – has reached and inspired millions: * Over 15 million people (estimated) have listened to at least one chapter of the recorded Bible. * Hundreds of independent accounts across nearly every digital platform, share these recordings in countless forms. We have never claimed copyright or demanded takedowns of these reproductions — because our goal is not profit, but the free and faithful dissemination of the Word of God and the blessing it brings to the world. We welcome anyone that would like to publicly share our work with the only condition to publish the present text as a minimum respect to our mission. * Our vision: To place a Bible in every Greek-speaking home, wherever it may be on earth. There are an estimated 17 million Greeks living in nearly 100 countries. * If you wish to support or partner with us, please contact: * [email protected] The Old Testament (Septuaginta) We are a voice of Orthodoxy, a witness of the Word, and a blessing to the Nations. 2026-02-13
Fuente: http://ebible.org/grclxx/ · eBible.org