Ezequiel 28
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA · Toca un versículo para ver sus referencias cruzadas.
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ. 3μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμη αὐτῶν; 4μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; 5ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου. 6διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ, 7ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν· 8καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. 9μὴ λέγων ἐρεῖς· Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός. 10ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος. 11Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 12υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ· τάδε λέγει Κύριος Κύριος· σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους 13ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πάντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καί ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ 14ἀφ' ἧς ἡμέρας ἐκτίσθης σύ. μετὰ τοῦ Χεροὺβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων. 15ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. 16ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ, καὶ ἤγαγέ σε τὸ Χεροὺβ ἐκ μέσου λίθων πυρίνων. 17ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι. 18διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τά ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε. 19καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.
20Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 21υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ' αὐτὴν 22καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί. 23αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος. 24Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 25τάδε λέγει Κύριος Κύριος· καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν· 26καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ἰακώβ, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν.

¿Sabías que…?
Profecías contra Tiro y Sidón
- Ezequiel reprende al gobernante de Tiro por su arrogancia impulsada por una inmensa prosperidad comercial. Tiro era una antigua ciudad fenicia célebre por navegar por el Mediterráneo y reunir el comercio del mundo conocido en sus almacenes.Fuentes: el propio texto bíblico · Tyre
- La profecía pregunta irónicamente si el gobernante de Tiro se considera más sabio que Daniel, a quien ningún secreto le era oculto. Mientras Daniel era conocido por su sabiduría, el líder de Tiro empleaba su habilidad únicamente para amasar oro, plata y riquezas comerciales.Fuentes: el propio texto bíblico · Daniel
- Tras el juicio contra Tiro, Ezequiel profetiza contra Sidón, situada a unos cuarenta kilómetros al norte. Sidón era la ciudad fenicia más antigua y la ciudad madre de Tiro, con una larga historia de opresión hacia Israel.Fuentes: el propio texto bíblico · Sidon · Tyre
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
- Tyre · 33.271, 35.196 · versículos 2, 12
- Sidon · Hoy: Sandikli archaeological site in Sidon · 33.561, 35.372 · versículos 21, 22
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA The Old Testament in Ancient Greek, Septuagint translation Public Domain ℗ Orthodox Media Network Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine ORTHODOX MEDIA NETWORK-ΟΡΘΟΔΟΞΟ ΔΙΚΤΥΟ ΕΝΗΜΕΡΩΣΗΣ A Voice from the Heart of Mount Athos to the World Orthodox Media Network ( https://vivlos.link/DEqNY ) was founded on Mount Athos – the only monastic republic in the world – with main mission to promote the Holy Scriptures and preserve the spiritual and cultural heritage of Orthodox monasticism, using mainly the internet. Since 2010, its founder and General Secretary, Apostolos Vavylis, has become the first person internationally to record the entire Bible in both the original ancient Greek text and its modern Greek translation. This work – unprecedented in Orthodox tradition – has reached and inspired millions: * Over 15 million people (estimated) have listened to at least one chapter of the recorded Bible. * Hundreds of independent accounts across nearly every digital platform, share these recordings in countless forms. We have never claimed copyright or demanded takedowns of these reproductions — because our goal is not profit, but the free and faithful dissemination of the Word of God and the blessing it brings to the world. We welcome anyone that would like to publicly share our work with the only condition to publish the present text as a minimum respect to our mission. * Our vision: To place a Bible in every Greek-speaking home, wherever it may be on earth. There are an estimated 17 million Greeks living in nearly 100 countries. * If you wish to support or partner with us, please contact: * [email protected] The Old Testament (Septuaginta) We are a voice of Orthodoxy, a witness of the Word, and a blessing to the Nations. 2026-02-13
Fuente: http://ebible.org/grclxx/ · eBible.org