Ezequiel 13
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA · Toca un versículo para ver sus referencias cruzadas.
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς· ἀκούσατε λόγον Κυρίου. 3τάδε λέγει Κύριος· οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν. 4ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις, οἱ προφῆταί σου Ἰσραήλ. 5οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ· οὐκ ἀνέστησαν οἱ λέγοντες· ἐν ἡμέρᾳ Κυρίου· 6βλέποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες· λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον. 7οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε; 8διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ᾿ ὑμᾶς, λέγει Κύριος, 9καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ Κύριος· 10ἀνθ᾿ ὧν ἐπλάνησαν τὸν λαόν μου λέγοντες· εἰρήνη εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη, καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν, εἰ πεσεῖται, 11εἰπὸν πρὸς τοὺς ἀλείφοντας· πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ραγήσεται. 12καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσι πρὸς ὑμᾶς· ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε; 13διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ρήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν 14καὶ κατασκάψω τὸν τοῖχον, ὃν ἠλείψατε, καὶ πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετ᾿ ἐλέγχων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. 15καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν, καὶ πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς· οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν 16προφῆται τοῦ Ἰσραὴλ οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ οὐκ ἔστιν εἰρήνη, λέγει Κύριος. 17Καὶ σύ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προφήτευσον ἐπ᾿ αὐτὰς 18καὶ ἐρεῖς· τάδε λέγει Κύριος· οὐαὶ ταῖς συρραπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας τοῦ διαστρέφειν ψυχάς· αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο. 19καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτων τοῦ ἀποκτεῖναι ψυχάς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχάς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα. 20διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ᾿ ἃ ὑμεῖς ἐκεῖ συστρέφετε ψυχάς, καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς, ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν, εἰς διασκορπισμόν· 21καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ρύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. 22ἀνθ᾿ ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτόν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν, 23διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι, καὶ ρύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος.
¿Sabías que…?
Falsos profetas y amuletos mágicos
- Ezequiel compara a los profetas engañosos con constructores que levantan una pared endeble y la recubren con cal para disimular sus fallas. Sus falsas promesas de paz se presentan como un revoque frágil que colapsará por completo ante tormentas violentas, lluvias torrenciales y granizo.Fuentes: el propio texto bíblico
- El capítulo también reprende a las mujeres que practicaban la adivinación, cosiendo amuletos mágicos en sus muñecas y elaborando velos especiales para atrapar a la gente. Estas prácticas se realizaban a cambio de pagos insignificantes, descritos por el profeta como puñados de cebada y trozos de pan.Fuentes: el propio texto bíblico
- Como castigo por su engaño, se advirtió a los falsos profetas que perderían su lugar en el consejo del pueblo, quedarían fuera del registro genealógico de Israel y no volverían a pisar su tierra.Fuentes: el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
- Jerusalem · 31.777, 35.234 · versículo 16
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA The Old Testament in Ancient Greek, Septuagint translation Public Domain ℗ Orthodox Media Network Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine ORTHODOX MEDIA NETWORK-ΟΡΘΟΔΟΞΟ ΔΙΚΤΥΟ ΕΝΗΜΕΡΩΣΗΣ A Voice from the Heart of Mount Athos to the World Orthodox Media Network ( https://vivlos.link/DEqNY ) was founded on Mount Athos – the only monastic republic in the world – with main mission to promote the Holy Scriptures and preserve the spiritual and cultural heritage of Orthodox monasticism, using mainly the internet. Since 2010, its founder and General Secretary, Apostolos Vavylis, has become the first person internationally to record the entire Bible in both the original ancient Greek text and its modern Greek translation. This work – unprecedented in Orthodox tradition – has reached and inspired millions: * Over 15 million people (estimated) have listened to at least one chapter of the recorded Bible. * Hundreds of independent accounts across nearly every digital platform, share these recordings in countless forms. We have never claimed copyright or demanded takedowns of these reproductions — because our goal is not profit, but the free and faithful dissemination of the Word of God and the blessing it brings to the world. We welcome anyone that would like to publicly share our work with the only condition to publish the present text as a minimum respect to our mission. * Our vision: To place a Bible in every Greek-speaking home, wherever it may be on earth. There are an estimated 17 million Greeks living in nearly 100 countries. * If you wish to support or partner with us, please contact: * [email protected] The Old Testament (Septuaginta) We are a voice of Orthodoxy, a witness of the Word, and a blessing to the Nations. 2026-02-13
Fuente: http://ebible.org/grclxx/ · eBible.org