Romanos 10
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
Israel needs salvation
1Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν. 2Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. 3Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
How to be saved
4Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι 5—Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι «Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.» 6Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ‹Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;› » (τοῦτ᾿ ἔστιν, Χριστὸν καταγαγεῖν) 7«ἤ, ‹Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;› » (τοῦτ᾿ ἔστιν, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν). 8Ἀλλὰ τί λέγει; «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου» (τοῦτ᾿ ἔστιν, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν)· 9ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, «Κύριον Ἰησοῦν,» καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. 10Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11Λέγει γὰρ ἡ Γραφή· «Πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται»· 12οὐ γὰρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς Κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13«Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.»
The message is necessary
14Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος; 15Πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν; Καθὼς γέγραπται· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.» 16(Ἀλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· «Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;») 17Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.
A rebellious people
18Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» 19Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος Μωσῆς λέγει· «Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.» 20Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.» 21Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.»

¿Sabías que…?
La justicia por la fe
- El capítulo comienza con el deseo del corazón y una oración a Dios por la salvación de los israelitas. El autor da testimonio de que tienen celo por Dios, pero no con base en el conocimiento: como ignoraban la justicia de Dios y buscaban establecer la suya, no se sometieron a la justicia de Dios. Cristo, dice, es el fin de la ley, para traer justicia a todo el que cree.Fuentes: el propio texto bíblico
- Acerca de la justicia que es por la ley, Moisés escribe: "El hombre que hace estas cosas vivirá por ellas". La justicia que es por la fe dice, en cambio, que la palabra está cerca, en la boca y en el corazón: la palabra de fe que se proclama; si confiesas con la boca "Jesús es el Señor" y crees en el corazón que Dios lo resucitó de entre los muertos, serás salvo. No hay diferencia entre judío y griego, porque el mismo Señor es Señor de todos.Fuentes: el propio texto bíblico
- El capítulo cita a Isaías: "Señor, ¿quién ha creído nuestro mensaje?" y las palabras audaces de Isaías: "Fui hallado por los que no me buscaron" y, acerca de Israel: "Todo el día he extendido mis manos a un pueblo desobediente y obstinado". Isaías era hijo de Amoz y profetizó durante los reinados de Uzías, Jotam, Acaz y Ezequías. Easton's Bible Dictionary (1897) dice que probablemente comenzó su carrera en 762 a.C.Fuentes: el propio texto bíblico · Isaiah
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη The Greek New Testament According to Family 35, Wilbur Pickering Copyright © 2020 Wilbur N. Pickering Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine Contributor: Dwayne Green, Robert A. Boyd This translation is made available to you under the terms of the Creative Commons Attribution-Noncommercial-No Derivatives license 4.0. You may share and redistribute this Bible translation or extracts from it in any format, provided that: You include the above copyright and source information. You do not sell this work for a profit. You do not change any of the words or punctuation of the Scriptures. Pictures included with Scriptures and other documents on this site are licensed just for use with those Scriptures and documents. For other uses, please contact the respective copyright owners. 2026-08-08
Fuente: http://ebible.org/grcf35/ · eBible.org