Marcos 11
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
The last week
The ‘triumphal’ entry—Sunday, 03/31/30 AD
1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ, εἰς Βηθσφαγῆ καὶ Βηθανίαν, πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ 2καὶ λέγει αὐτοῖς· «Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικεν. Λύσαντες αὐτὸν ἀγάγετε. 3Καὶ ἐάν τις ὑμῖν εἴπῃ, ‹Τί ποιεῖτε τοῦτο;› εἴπατε ὅτι ‹Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει,› καὶ εὐθέως αὐτὸν ἀποστέλλει ὧδε.»
4Ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν, ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5Καί τινες τῶν ἐκεῖ ἑστώτων ἔλεγον αὐτοῖς, «Τί ποιεῖτε, λύοντες τὸν πῶλον;» 6Οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς. 7Καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾿ αὐτῷ. 8Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. 9Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες· «Ὡσαννά.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» 10«Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαυίδ.» «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.»
11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν. Καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
A barren fig tree
12Καὶ τῇ ἐπαύριον, ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν. 13Καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ. Καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, οὐ γὰρ ἦν καιρὸς σύκων. 14Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, «Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγῃ.» Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
Jesus ‘purifies’ the temple (2nd time)—Monday, 04/01/30 AD
15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν. 16Καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. 17Καὶ ἐδίδασκεν λέγων αὐτοῖς· «Οὐ γέγραπται ὅτι ‹Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν›; Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν.»
18Καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως.
How to drown a mountain
20Καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· «Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.» 22Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· «Ἔχετε πίστιν Θεοῦ. 23Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ‹Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,› καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. 24Διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν.
25»Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε, εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 26Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.»
Jesus’ authority questioned—Tuesday, 04/02/30 AD
27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. Καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι. 28Καὶ λέγουσιν αὐτῷ, «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» καὶ «Τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς;» 29Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ἐπερωτήσω ὑμᾶς καὶ ἐγὼ ἕνα λόγον· καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 30Τὸ βάπτισμα Ἰωάννου· ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;» 31Καὶ ἐλογίζοντο πρὸς ἑαυτούς, λέγοντες· «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ, ‹Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;› 32Ἀλλ᾿ εἴπωμεν, ‹Ἐξ ἀνθρώπων› »—ἐφοβοῦντο τὸν λαόν, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι ὄντως προφήτης ἦν. 33Καὶ ἀποκριθέντες λέγουσιν τῷ Ἰησοῦ, «Οὐκ οἴδαμεν.» Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.»
¿Sabías que…?
La entrada en Jerusalén
- Este capítulo comienza cuando Jesús y sus discípulos se acercan a Jerusalén y llegan a Betfagé y Betania, en el monte de los Olivos. Betania era una aldea en la ladera sureste, a unas dos millas al este de Jerusalén, en el camino a Jericó, y su nombre venía de la cantidad de palmeras que crecían allí; Betfagé, muy cerca, era el límite de una jornada de sábado desde la ciudad, 2.000 codos. El monte de los Olivos debe su nombre a los olivos que cubren sus laderas: una sierra al este de Jerusalén, separada de ella por el valle de Cedrón.Fuentes: el propio texto bíblico · Bethany · Bethphage · Mount of Olives
- El nombre Betfagé significa “casa del higo inmaduro”. Al día siguiente, después de salir de Betania, Jesús tenía hambre y se acercó a una higuera con hojas, pero no halló en ella más que hojas, porque no era tiempo de higos; dijo que nadie volvería a comer de su fruto. A la mañana siguiente vieron el árbol seco desde las raíces, y Pedro lo señaló.Fuentes: el propio texto bíblico · Bethphage
- Jesús se sentó en un pollino, mientras muchos de la multitud tendían mantos en el camino y otros esparcían ramas cortadas de los campos. Los que iban delante y los que seguían gritaban: “¡Bendito el reino que viene, el de nuestro padre David!” David, cuyo nombre significa “amado”, era el octavo y el más joven de los hijos de Isaí, ciudadano de Belén. El monte de los Olivos se menciona por primera vez en relación con la huida de David de Jerusalén durante la rebelión de Absalón.Fuentes: el propio texto bíblico · David · Mount of Olives
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη The Greek New Testament According to Family 35, Wilbur Pickering Copyright © 2020 Wilbur N. Pickering Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine Contributor: Dwayne Green, Robert A. Boyd This translation is made available to you under the terms of the Creative Commons Attribution-Noncommercial-No Derivatives license 4.0. You may share and redistribute this Bible translation or extracts from it in any format, provided that: You include the above copyright and source information. You do not sell this work for a profit. You do not change any of the words or punctuation of the Scriptures. Pictures included with Scriptures and other documents on this site are licensed just for use with those Scriptures and documents. For other uses, please contact the respective copyright owners. 2026-08-08
Fuente: http://ebible.org/grcf35/ · eBible.org