Mateo 20
Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.
The desperate landowner
1»Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς. 4Καὶ ἐκείνοις εἶπεν, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.› Οἱ δὲ ἀπῆλθον. 5Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς, ‹Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;› 7Λέγουσιν αὐτῷ, ‹Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο.› Λέγει αὐτοῖς, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.› 8Ὀψίας δὲ γενομένης, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, ‹Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.› 9Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. 11Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12λέγοντες ὅτι ‹Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.› 13Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ‹Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15Ἢ οὐκ ἔξεστίν μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;› 16Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.»
Jesus alerts the disciples, again
17Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾿ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς· 18«Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.»
Selfish ambition rebuked
20Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾿ αὐτοῦ. 21Ὁ δὲ εἶπεν αὐτῇ, «Τί θέλεις;» Λέγει αὐτῷ, «Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.» 22Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;» Λέγουσιν αὐτῷ, «Δυνάμεθα.» 23Καὶ λέγει αὐτοῖς· «Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.»
24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· «Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν· 26οὐχ οὕτως δὲ ἔσται ὑμῖν. Ἀλλ᾿ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος· 28ὥσπερ ὁ Υἱὸς τοῦ Ἀνθρώπου—οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.»
Two blind men
29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυίδ.» 31Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν, οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυίδ.» 32Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, «Τί θέλετε ποιήσω ὑμῖν;» 33Λέγουσιν αὐτῷ, «Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί.» 34Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.

¿Sabías que…?
Los últimos y los primeros en el camino a Jerusalén
- En este capítulo Jesús sube a Jerusalén y, al final, el grupo sale de Jericó. El Easton's Bible Dictionary llama a Jericó “lugar de fragancia”, una ciudad fortificada entre palmeras en la llanura del Jordán, a unas cinco millas al oeste del río, y la llave de la Palestina occidental. También llama a Jerusalén, conocida además como la ciudad santa, ciudad de montaña, y vincula su nombre dual con Sión y Moriah o, como algunos suponen, con la ciudad alta y la ciudad baja.Fuentes: Jericho · Jerusalem · el propio texto bíblico
- La mujer que se arrodilla para pedir que sus dos hijos se sienten a la derecha y a la izquierda de Jesús es la madre de los hijos de Zebedeo. Zebedeo, pescador galileo y padre de Jacobo y Juan, parece, según el Easton's Bible Dictionary, haber tenido cierta posición en Capernaúm, con dos barcas y jornaleros propios. No se le menciona de nuevo después de que Jesús llamó a sus hijos.Fuentes: Zebedee · el propio texto bíblico
- Al salir de Jericó, dos ciegos llaman a Jesús “Señor, Hijo de David”. David, cuyo nombre el Easton's Bible Dictionary da como “Amado”, era el octavo y el más joven de los hijos de Isaí, de Belén; de joven cuidaba las ovejas de su padre en las tierras altas de Judá.Fuentes: David · el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
- Jerusalem · 31.777, 35.234 · versículos 17, 18
- Jericho · Hoy: Tell el Alayiq · 31.852, 35.436 · versículo 29
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη The Greek New Testament According to Family 35, Wilbur Pickering Copyright © 2020 Wilbur N. Pickering Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine Contributor: Dwayne Green, Robert A. Boyd This translation is made available to you under the terms of the Creative Commons Attribution-Noncommercial-No Derivatives license 4.0. You may share and redistribute this Bible translation or extracts from it in any format, provided that: You include the above copyright and source information. You do not sell this work for a profit. You do not change any of the words or punctuation of the Scriptures. Pictures included with Scriptures and other documents on this site are licensed just for use with those Scriptures and documents. For other uses, please contact the respective copyright owners. 2026-08-08
Fuente: http://ebible.org/grcf35/ · eBible.org