Nations Bible

1 Pedro 3

Η Καινή Διαθήκη · Toca un versículo para ver sus referencias cruzadas.

A word to wives

1Ὁμοίως, αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς, ἄνευ λόγου, κερδηθήσονται 2(ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν), 3ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, 4ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. 5Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, 6ὡς Σάρρα ὑπήκουσεν τῷ Ἁβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

A word to husbands

7Οἱ ἄνδρες, ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

The golden rule

8Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, 9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10«Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἡμέρας ἰδεῖν ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον· 11ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν. 12Ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.»

Better to suffer than to sin

13Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; 14Ἀλλ᾿ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. «Τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε.» 15Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πραΰτητος καὶ φόβου· 16συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τῇ ἀγαθῇ ἐν Χριστῷ ἀναστροφῇ. 17Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.

Follow Christ’s example to victory

18Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ ζωοποιηθεὶς δὲ πνεύματι· 19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20ἀπειθήσασίν ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ᾿ ἔστιν ὀκτώ, ψυχαὶ διεσώθησαν δι᾿ ὕδατος· 21ὃ ἀντίτυπον, νῦν καὶ ἡμᾶς σῴζει, βάπτισμα (οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν) δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Conducta, sufrimiento y esperanza

  • En 1 Pedro 3, la carta recuerda a las mujeres santas del pasado, que pusieron su esperanza en Dios y fueron sumisas a sus esposos, y nombra a Sara, que obedeció a Abraham y lo llamó señor. Les dice que son hijas de Sara si hacen lo correcto y se niegan a ceder al miedo. El diccionario bíblico de Easton (1897) dice que Sara significa “Princesa” y que ese nombre le fue dado cuando se anunció que ella sería la madre del hijo prometido.Fuentes: el propio texto bíblico · Sarah
  • Abraham, el esposo a quien Sara obedeció y a quien llamó señor, es descrito por el diccionario bíblico de Easton (1897) como “Padre de una multitud”. La misma entrada lo llama hijo de Taré y heredero de las promesas.Fuentes: el propio texto bíblico · Abraham
  • El capítulo también vuelve a los días de Noé, cuando Dios esperó pacientemente mientras se construía el arca y solo ocho almas fueron salvadas por medio del agua; la carta dice que esa agua simboliza el bautismo. El diccionario bíblico de Easton (1897) da al nombre Noé el sentido de “Descanso” y nombra a sus tres hijos como Sem, Cam y Jafet.Fuentes: el propio texto bíblico · Noah

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
Η Καινή Διαθήκη
The Greek New Testament According to Family 35, Wilbur Pickering
Copyright © 2020 Wilbur N. Pickering
Language: Ελληνικά (Greek, Ancient)
Dialect: Koine
Contributor: Dwayne Green, Robert A. Boyd
This translation is made available to you under the terms of the
Creative Commons Attribution-Noncommercial-No Derivatives license 4.0.
You may share and redistribute this Bible translation or extracts from it in any format, provided that:
You include the above copyright and source information.
You do not sell this work for a profit.
You do not change any of the words or punctuation of the Scriptures.
Pictures included with Scriptures and other documents on this site are licensed just for use with those Scriptures and documents.
For other uses, please contact the respective copyright owners.
2026-08-08

Fuente: http://ebible.org/grcf35/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.