Nations Bible

Proverbios 17

μετάφραση των εβδομήκοντα · Toca un versículo para ver sus referencias cruzadas.

1Κρείσσων ψωμὸς μεθʼ ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. 2Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. 3Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. 4Κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν. 5Ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτὸν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται, ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται.

6Στέφανος γερόντων τέκνα τέκνων, καύχημα δὲ τέκνων πατέρες αὐτῶν· 6τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. 7Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ, οὐδὲ δικαίῳ χείλη ψευδῆ. 8Μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις, οὗ δʼ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται. 9Ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους. 10Συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. 11Ἀντιλογίας ἐγείρει πᾶς κακὸς, ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ.

12Ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. 13Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. 14Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. 15Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. 16Ἱνατί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται· 16ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν, ἐμπεσεῖται εἰς κακά. 17Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν, τούτου γὰρ χάριν γεννῶνται. 18Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τῶν ἑαυτοῦ φίλων.

19Φιλαμαρτήμων χαίρει μάχαις, 20ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς· ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακὰ, 21καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν· οὐκ εὐφραίνεται πατὴρ ἐφʼ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. 22Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. 23Λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοὶ, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. 24Πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπʼ ἄκρα γῆς. 25Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν.

26Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλὸν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. 27Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν, ἐπιγνώμων· μακρόθυμος δὲ ἀνὴρ φρόνιμος. 28Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

Sabiduría para las relaciones, el habla y el corazón

  • Las antiguas técnicas metalúrgicas utilizaban crisoles para la plata y hornos de alta temperatura para el oro con el fin de separar el metal precioso de la escoria. El proverbio recurre a este proceso de refinación para ilustrar cómo el Señor examina y prueba los motivos más profundos del corazón humano.Fuentes: el propio texto bíblico
  • La imagen de iniciar una contienda como la ruptura de una presa evoca los antiguos diques de irrigación y contención de agua. Una pequeña grieta en un terraplén de tierra se ensancha con rapidez hasta convertirse en una corriente incontrolable, lo que ilustra por qué los conflictos deben detenerse antes de desbordarse.Fuentes: el propio texto bíblico
  • En la literatura sapiencial bíblica, la moderación al hablar y el mantenimiento de un espíritu sereno son rasgos fundamentales del entendimiento. Proverbios señala que el silencio está tan ligado a la prudencia que incluso el necio que guarda silencio puede ser tenido por sabio.Fuentes: el propio texto bíblico

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Créditos y licencia de esta traducción
μετάφραση των εβδομήκοντα
The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton
Public Domain
Language: Ἑλληνική (Greek, Ancient)
Dialect: Koine
2026-04-08

Fuente: http://ebible.org/grcbrent/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.