Isaías 54
μετάφραση των εβδομήκοντα · Toca un versículo para ver sus referencias cruzadas.
1Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· εἶπε γὰρ Κύριος, 2πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον, 3ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἐκπέτασον· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. 4Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ ἔτι. 5Ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος σαβαὼθ ὄνομα αὐτῷ· καὶ ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ, πάσῃ τῇ γῇ κληθήσεται. 6Οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε ὁ Κύριος, οὐδʼ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ Θεός σου.
7Χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετʼ ἐλέους μεγάλου ἐλεήσω σε. 8Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος·
9Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοι ἐστί· καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ, τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου τὰ ὄρη μεταστήσεσθαι, 10οὐδʼ οἱ βουνοί σου μετακινηθήσονται· οὕτως οὐδὲ τὸ παρʼ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπε γὰρ ἵλεώς σοι Κύριε.
11Ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης· ἰδοὺ, ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον, 12καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς· 13καὶ πάντας τοὺς υἱοὺς σου διδακτοὺς Θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου. 14Καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ· ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. 15Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι διʼ ἐμοῦ, καὶ παροικήσουσί σοι, καὶ ἐπὶ σὲ καταφεύξονται.
16Ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας, καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν φθεῖραι. 17Πᾶν σκεῦος σκευαστὸν ἐπὶ σὲ, οὐκ εὐοδώσω· καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον· καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.

¿Sabías que…?
El Pacto de Paz y Restauración
- Isaías utiliza la imagen de ensanchar una tienda de campaña —alargando las cuerdas y clavando bien las estacas— para retratar a una mujer estéril y desolada abriendo espacio para una multitud inesperada de descendientes.Fuentes: el propio texto bíblico
- El texto vincula la bondad duradera de Dios con los días de Noé, recordando el juramento de que las aguas del diluvio nunca más cubrirían la tierra para asegurar que este pacto de paz jamás se quebrantará.Fuentes: el propio texto bíblico · Noah
- El capítulo describe una ciudad afligida y azotada por tempestades siendo reconstruida con extraordinaria belleza, con piedras asentadas en antimonio, cimientos de zafiros y almenas de rubíes.Fuentes: el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
μετάφραση των εβδομήκοντα The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton Public Domain Language: Ἑλληνική (Greek, Ancient) Dialect: Koine 2026-04-08
Fuente: http://ebible.org/grcbrent/ · eBible.org