Éxodo 33
μετάφραση των εβδομήκοντα · Toca un versículo para ver sus referencias cruzadas.
1Καὶ εἶπε Κύριος πρὸς Μωυσῆς, προπορεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, λέγων, Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν. 2Καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου· καὶ ἐκβαλεῖ τὸν Ἀμοῤῥαῖον, καὶ Χετταῖον, καὶ Φερεζαῖον, καὶ Γεργεσαῖον, καὶ Εὐαῖον, καὶ Ἰεβουσαῖον, καὶ Χαναναῖον. 3Καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· οὐ γὰρ μὴ συναναβῶ μετὰ σου, διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι, ἵνα μὴ ἐξαναλώσω σεε ἐν τῇ ὁδῷ. 4Καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, κατεπένθησεν ἐν πενθικοῖς. 5Καὶ εἶπε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ, ὑμεῖς λαὸς σκληροτράχηλος· ὁρᾶτε, μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφʼ ὑμᾶς, καὶ ἐξαναλώσω ὑμᾶς· νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν, καὶ τὸν κόσμον, καὶ δείξω σοι ἃ ποιήσω σοι. 6Καὶ περιέλαντο οἱ υἱοὶ Ἰσραὴλ τὸν κόσμον αὐτῶν, καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρήβ. 7Καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ, ἔπηξεν ἔξω τῆς παρεμβολῆς, μακρὰν ἀπὸ τῆς παρεμβολῆς· καὶ ἐκλήθν Σκηνὴ μαρτυρίου· καὶ ἐγένετο, πᾶς ὁ ζητῶν Κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν τὴν ἔξω τῆς παρεμβολῆς. 8Ἡνίκα δʼ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς, εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ· καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνὴν. 9Ὡς δʼ ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωσῇ· 10καὶ ἐλάλει Μωυσῇ. Καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στύλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς· καὶ στάντες πᾶς ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. 11Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἴτις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον· καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυὴ νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς.
12Καὶ εἶπε Μωυσῆς, πρὸς Κύριον, Ἰδοὺ σύ μοι λέγεις, ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετʼ ἐμοῦ· σὺ δέ μοι εἶπας, Οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρʼ ἐμοί. 13Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου,, καὶ ἵνα γνῶ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. 14Καὶ λέγει, αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε. 15Καὶ λέγει πρὸς αὐτόν, εἰ μὴ αὐτὸς σὺ σνμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. 16Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου, ἀλλʼ ἢ συμπορευομένου σου μεθʼ ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστί. 17Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας ποιήσω· εὕρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας. 18Καὶ λέγει, ἐμφάνισόν μοι σεαυτόν. 19Καὶ εἶπεν, ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρῶ. 20Καὶ εἶπε, οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. 21Καὶ εἶπεν Κύριος, Ἰδοὺ τόπος παρʼ ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας· 22Ἡνίκα δʼ ἂν παρέλθηνᾑ ᾑ δόξα μου, καί θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, ἕως ἂν παρέλθω. 23Καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψει τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.
¿Sabías que…?
La Tienda de Encuentro y la Presencia de Dios
- Antes de la construcción del santuario definitivo, Moisés levantaba una Tienda de Encuentro provisional a cierta distancia fuera del campamento. Cada vez que Moisés entraba en ella, una columna de nube descendía a la entrada mientras el pueblo adoraba de pie, y su ayudante Josué hijo de Nun se quedaba en la tienda incluso después de que Moisés regresara al campamento.Fuentes: el propio texto bíblico · Joshua · Nun
- Al enterarse de la advertencia de que Dios no marcharía en medio de ellos debido a su rebelión, los israelitas hicieron duelo y se despojaron de sus adornos y joyas desde el monte Horeb en adelante.Fuentes: el propio texto bíblico · Mount Horeb
- Aunque el texto describe que Dios hablaba con Moisés cara a cara como con un amigo, Dios aclaró que ningún ser humano podía ver Su rostro y seguir con vida. En su lugar, prometió poner a Moisés en una hendidura de la peña y cubrirlo mientras pasaba Su gloria.Fuentes: el propio texto bíblico
Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.
Lugares de este capítulo
Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).
Créditos y licencia de esta traducción
μετάφραση των εβδομήκοντα The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton Public Domain Language: Ἑλληνική (Greek, Ancient) Dialect: Koine 2026-04-08
Fuente: http://ebible.org/grcbrent/ · eBible.org