Nations Bible

2 Samuel 10

μετάφραση των εβδομήκοντα · Toca un versículo para ver sus referencias cruzadas.

1Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανε βασιλεὺς υἱῶν Ἀμμὼν, καὶ ἐβασίλευσεν Ἀννὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 2Καὶ εἶπε Δαυὶδ, ποιήσω ἔλεος μετὰ Ἀννὼν υἱοῦ Ναὰς, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετʼ ἐμοῦ ἔλεος. Καὶ ἀπέστειλεν Δαυὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ· καὶ παρεγένοντο οἱ παῖδες Δαυὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών. 3Καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀννῶν τὸν κύριον αὐτῶν, μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέ σοι παρακαλοῦντας; ἀλλʼ ὅπως οὐχὶ ἐρευνήσωσι τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλε Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ; 4Καὶ ἔλαβεν Ἀννὼν τοὺς παῖδας Δαυὶδ, καὶ ἐξύρησε τοὺς πώγωνας αὐτῶν, καὶ ἀπέκοψε τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν, καὶ ἐξαπέστειλεν αὐτούς.

5Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεὺς, καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε.

6Καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυίδ· καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ, καὶ τὴν Συρίαν Σουβὰ, καὶ Ῥοὼβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Ἀμαλὴκ χιλίους ἄνδρας, καὶ Ἰστὼβ δώδεκα χιλιάδας ἀνδρῶν.

7Καὶ ἤκουσε Δαυὶδ, καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν τοὺς δυνατούς. 8Καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῇς πύλης, Συρίας Σουβὰ καὶ Ῥοὼβ καὶ Ἰστὼβ καὶ Ἀμαλὴκ μόνοι ἐν ἀγρῷ. 9Καὶ εἶδεν Ἰωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον ἐξεναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπελέξατο ἐκ πάντων τῶν νεανιῶν Ἰσραὴλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας. 10Καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών. 11Καὶ εἶπεν, εὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμὲ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν· καὶ ἐὰν κραταιωθῶσιν υἱοὶ Ἀμμὼν ὑπὲρ σὲ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε. 12Ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.

13Καὶ προσῆλθεν Ἰωὰβ καὶ ὁ λαὸς αὐτοῦ μετʼ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ. 14Καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὅτι ἔφυγε Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Ἀβεσσὰ, καὶ εἰσῆλθον εἰς τὴν πόλιν· καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμὼν, καὶ παρεγένετο εἰς Ἱερουσαλήμ.

15Καὶ εἶδε Συρία ὅτι ἔπτάισεν ἔμπροσθεν Ἰσραὴλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό. 16Καὶ ἀπέστειλεν Ἀδρααζὰρ, καὶ συνήγαγε τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμὰκ, καὶ παρεγένοντο Αἱλάμ· καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν.

17Καὶ ἀπηγγέλη τῷ Δαυὶδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ, καὶ διέβη τὸν Ἰορδάνην, καὶ παρεγένετο εἰς Αἰλάμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυὶδ, καὶ ἐπολέμησαν μετʼ αὐτοῦ. 18Καὶ ἔφυγε Συρία ἀπὸ πρόσωπου Ἰσραήλ· καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα, καὶ τεσσαράκοντα χιλιάδας ἱππέων, καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ. 19Καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἀδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραὴλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς· καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

La guerra contra los amonitas y arameos

  • Cuando el rey Janún de Amón sospechó que los emisarios de David eran espías, los humilló rapándoles la mitad de la barba y cortándoles la ropa a la altura de las caderas. Debido a su gran vergüenza, David les ordenó quedarse en Jericó hasta que les creciera la barba de nuevo.Fuentes: el propio texto bíblico · Hanun · Jericho
  • Al darse cuenta de que se habían hecho odiosos para David, los amonitas contrataron a miles de soldados mercenarios arameos de reinos vecinos como Bet-rejob, Soba y Maaca para luchar contra Israel.Fuentes: el propio texto bíblico · Zobah · Maacah
  • Al verse atrapado entre dos frentes—los amonitas junto a las puertas de la ciudad y los arameos en campo abierto—, Joab dividió las fuerzas de Israel, liderando él mismo las tropas escogidas contra los arameos y dejando el resto a su hermano Abisay.Fuentes: el propio texto bíblico · Joab · Abishai

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Ammon · 31.955, 35.934 · versículos 1, 2, 3, 6, 8, 10, 11, 14, 19
  • Jericho · Hoy: Tell es Sultan · 31.872, 35.445 · versículo 5
  • Maacah · 33.258, 35.581 · versículos 6, 8
  • Zobah · 33.935, 36.151 · versículos 6, 8
  • Syria · Hoy: Aram · 33.511, 36.306 · versículos 9, 11, 13, 14, 17, 18, 19
  • Jerusalem · 31.777, 35.234 · versículo 14
  • Euphrates · Hoy: Euphrates River · 31.004, 47.442 · versículo 16
  • Jordan · Hoy: Jordan River · 31.761, 35.558 · versículo 17

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
μετάφραση των εβδομήκοντα
The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton
Public Domain
Language: Ἑλληνική (Greek, Ancient)
Dialect: Koine
2026-04-08

Fuente: http://ebible.org/grcbrent/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.