Nations Bible

2 Crónicas 35

μετάφραση των εβδομήκοντα · Toca un versículo para ver sus referencias cruzadas.

1Καὶ ἐποίησεν Ἰωσίας τὸ φασὲχ τῷ Κυρίῳ Θεῷ αὐτοῦ, καὶ ἔθυσε τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου. 2Καὶ ἔστησε τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν, καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου. 3Καὶ εἶπε τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ, τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ Κυρίῳ· καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησε Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεὺς, οὐκ ἔστιν ὑμῖν ἐπʼ ὤμων ἆραι οὐδέν· νῦν οὖν λειτουργήσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ τῷ λαῷ αὐτοῦ Ἰσραήλ. 4Καὶ ἑτοιμάσθητε κατʼ οἴκους πατριῶν ὑμῶν, καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν, κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως Ἰσραὴλ, καὶ διὰ χειρὸς Σαλωμὼν υἱοῦ αὐτοῦ. 5Καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις. 6Καὶ θύσατε τὸ φασὲκ, καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ.

7Καὶ ἀπήρξατο Ἰωσίας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα, καὶ ἀμνοὺς, καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα εἰς τὸ φασὲκ, καὶ πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας, καὶ μόσχων τρεῖς χιλιάδας, ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως. 8Καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις· ἔδωκε δὲ Χελκίας καὶ Ζαχαρίας καὶ Ἰεϊὴλ οἱ ἄρχοντες τοῖς ἱερεῦσιν οἴκου Θεοῦ, καὶ ἔδωκαν εἰς τὸ φασὲκ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους διαχίλια ἑξακόσια, καὶ μόσχους τριακοσίους. 9Καὶ Χωνενίας, καὶ Βαναίας, καὶ Σαμαίας, καὶ Ναθαναὴλ ἀδελφὸς αὐτοῦ, καὶ Ἀσαβίας, καὶ Ἰεϊὴλ, καὶ Ἰωζαβὰδ, ἄρχοντες τῶν Λευιτῶν, ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασὲχ πρόβατα πεντακισχίλια, καὶ μόσχους πεντακοσίους.

10Καὶ κατωρθώθη ἡ λειτουργεία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν, καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως. 11Καὶ ἔθυσαν τὸ φασὲκ, καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευῖται ἐξέδειραν. 12Καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατʼ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ, τοῦ προσάγειν τῷ Κυρίῳ, ὡς γέγραπται ἐν βίβλῳ Μωυσῆ· καὶ οὕτως εἰς τὸ πρωΐ. 13Καὶ ὤπτησαν τὸ φασὲκ ἐν πυρὶ κατὰ τὴν κρίσιν, καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησι, καὶ εὐωδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ.

14Καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα ἕως νυκτὸς, καὶ οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς, καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών. 15Καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ, καὶ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθὼμ οἱ προφῆται τοῦ βασιλέως· καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας τῶν ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. 16Καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασὲκ, καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσίου. 17Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φασὲκ ἑν τῷ καιρῷ ἐκείνῳ, καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.

18Καὶ οὐκ ἐγένετο φασὲκ ὅμοιον αὐτῷ ἐν Ἰσραὴλ, ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραὴλ· οὐκ ἐποίησαν τὸ φασὲκ ὃ ἐποίησεν Ἰωσίας, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ πᾶς Ἰούδα καὶ Ἰσραὴλ ὁ εὑρεθεὶς, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ, τῷ Κυρίῳ. 19Τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου ἐποιήθη τὸ φασὲκ τοῦτο· μετὰ ταῦτα πάντα ἃ ἔδρασεν Ἰωσίας ἐν τῷ οἴκῳ, 19καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρησὶμ ἃ ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ, ἐνεπύρισεν ὁ βασιλεὺς Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου· 19ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετʼ αὐτὸν οὐκ ἀνέστη ὅμοιος· 19πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰούδα, ἐπὶ πάντα τὰ παροργίσματα αὐτοῦ ἂ παρώργισε Μανασσῆς· 19καὶ εἶπε Κύριος, καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραὴλ, καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην τὴν Ἱερουσαλὴμ, καὶ τὸν οἶκον ὃν εἶπα, ἔσται τὸ ὄνομά μου ἐκεῖ.

20Καὶ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσίας εἰς συνάντησιν αὐτῷ. 21Καὶ ἀπέστειλε πρὸς αὐτὸν ἀγγέλους, λέγων, τί ἐμοὶ καὶ σοί βασιλεῦ Ἰούδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι· καὶ ὁ Θεὸς εἶπε τοῦ κατασπεῦσαι με· πρόσεχε ἀπὸ τοῦ Θεοῦ τοῦ μετʼ ἐμοῦ, μὴ καταφθείρῃ σε. 22Καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτοῦ, ἀλλʼ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη, καὶ οὐκ ἤκουσε τῶν λόγων Νεχαὼ διὰ στόματος Θεοῦ, καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδδώ. 23Καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσίαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ, ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα. 24Καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος, καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἀπέθανε, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ· καὶ πᾶς Ἰούδα καὶ Ἱερουσαλὴμ ἐπένθησαν ἐπὶ Ἰωσίαν. 25Καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσίαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσίαν ἕως τῆς σήμερον· καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ἰσραὴλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων.

26Καὶ ἦσαν οἱ λοιποὶ λόγοι Ἰωσίου καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου· 27καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

La Pascua de Josías y su última batalla

  • La gran celebración de la Pascua por parte de Josías en el decimoctavo año de su reinado fue descrita como inigualable desde los días del profeta Samuel, con cuantiosas donaciones de ganado por parte del rey, los oficiales y los líderes levitas.Fuentes: el propio texto bíblico · Josiah
  • El rey Josías ordenó a los levitas colocar el arca sagrada de manera permanente en el templo edificado por Salomón para que ya no la llevaran sobre los hombros, permitiéndoles concentrarse en servir y preparar los sacrificios del pueblo.Fuentes: el propio texto bíblico · Solomon
  • Cuando el faraón Necao de Egipto marchó hacia Carquemis, junto al Éufrates, Josías salió a enfrentarlo disfrazado en la llanura de Meguido, donde fue herido de muerte por arqueros antes de ser trasladado a Jerusalén para ser sepultado.Fuentes: el propio texto bíblico · Carchemish · Megiddo · Pharaoh-nechoh

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Jerusalem · 31.777, 35.234 · versículos 1, 17, 18, 24
  • Holy Place · Hoy: on Mount Moriah · 31.778, 35.236 · versículo 5
  • Egypt · 30.129, 31.308 · versículo 20
  • Euphrates · Hoy: Euphrates River · 31.004, 47.442 · versículo 20
  • Megiddo · Hoy: Tel Megiddo · 32.585, 35.184 · versículo 22

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
μετάφραση των εβδομήκοντα
The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton
Public Domain
Language: Ἑλληνική (Greek, Ancient)
Dialect: Koine
2026-04-08

Fuente: http://ebible.org/grcbrent/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.