Nations Bible

1 Crónicas 19

μετάφραση των εβδομήκοντα · Toca un versículo para ver sus referencias cruzadas.

1Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανε Ναὰς βασιλεῦς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀνὰν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 2Καὶ εἶπε Δαυίδ, Ποιήσω ἔλεος μετὰ Ἀνὰν υἱοῦ Ναὰς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετʼ ἐμοῦ ἔλεος· καὶ ἀγγέλοους ἀγγέλους Δαυὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ· καὶ ἦλθον παῖδες Δαυὶδ εἰς γῆν νἱῶν Αμμὼν πρὸς Ἀνὰν τοῦ παρακαλέσαι αὐτόν. 3Καὶ εἶπον ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀνάν, Μὴ δοξάζων Δαυὶδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέ σοι παρακαλοῦντας; οὐχ ὅπως ἐξερενήσωσι τὴν πόλιν, καὶ τοῦ κατασκοπῆσαι τὴν γῆν, ἦλθον παῖδες αὐτοῦ πρὸς σέ; 4Καὶ ἔλαβεν Ἁνὰν τοὺς παῖδας Ααυὶδ, καὶ ἐξύρησεν αὐτοὺς, καὶ ἀφεῖλε τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς, καὶ ἀπέστειλεν αὐτούς. 5Καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυὶδ περὶ τῶν ἀνδρῶν· καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς, Καθίσατε ἐν Ἱερειχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἀνακάμψατε.

6Καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι ἠπχὺνθη λαὸς Δαυίδ, καὶ ἀπέστειλεν Ἁνὰν καὶ οἱ υἱοὶ Ἀμμὼν χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μααχὰ καὶ παρὰ Σωβὰλ ἅρματα καὶ ἱππεῖς. 7καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων, καὶ τὸν βασιλέα Μααχὰ καὶ τὸν λαὸν αὐτοῦ· καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μηδαβά· καὶ οἱ υἱοὶ Ἀμμὼν συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν, καὶ ἦλθον εἰς τὸ πολεμῆσαι.

8Καὶ ἤκουσεν Δαυίδ, καὶ απέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν στρατίαν τῶν δυνατῶν. 9καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν, καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως· καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθʼ ἑαυτοὺς ἐν τῷ πεδίῳ· 10καὶ εἶδεν Ἰωὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθε, καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ἰσραὴλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου. 11καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών. 12καὶ εἶπεν, Ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν· καὶ ἐὰν υἱοὶ Ἀμμὼν κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε. 13καὶ Κύριος τὸ ἀγαθὸν ποιήσει.

14Καὶ παρετάξατο Ἰωὰβ καὶ ὁ λαὸς ὁ μετʼ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπʼ αὐτοῦ. 15καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδον ὅτι ἔφυγον Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ἰωὰβ καὶ ἀπὸ προσώπου ἀδελφοῦ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν· καὶ ἦλθεν Ἰωὰβ εἰς Ἰερουσαλήμ.

16Καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ἰσραήλ, καὶ ἀπέστειλαν ἀγγέλους· καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰρ ἀρχιστράτηγος δυνάμεως Ἁδραάζαρ ἔμπροσθεν αὐτῶν. 17καὶ ἀπηγγέλη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ ἦλθεν ἐπʼ αὐτοὺς καὶ παρετάξατο ἐπʼ αὐτούς. καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυεὶδ καὶ ἐπολέμησαν αὐτόν. 18καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυείδ, καὶ ἀπέκτεινεν Δαυεὶδ ἀπὸ τοῦ Σύρου ἐπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσεράκοντα χιλιάδας πεζῶν, καὶ τὸν Σαφὰθ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν. 19καὶ εἶδον παῖδες Ἁδραάζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυεὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι Ἀμμὼν ἔτι.

Ilustración artística: una interpretación, no un registro histórico.

¿Sabías que…?

La guerra contra Amón y los arameos

  • Cuando Janún, rey de los amonitas, sospechó de espionaje por parte de los emisarios de David, los humilló públicamente afeitándoles la barba y cortándoles la ropa. Para evitarles más vergüenza, David ordenó a los hombres que permanecieran en la ciudad oasis de Jericó hasta que les volviera a crecer la barba.Fuentes: el propio texto bíblico · Jericho
  • Ante la inminente guerra contra Israel, los amonitas pagaron mil talentos de plata para contratar carros y jinetes de reinos arameos como Soba, Aram-naharaim y Maaca. Al encontrarse con una batalla de dos frentes cerca de Medeba, Joab dividió las fuerzas israelitas, liderando tropas selectas contra los arameos mientras su hermano Abisai enfrentaba a los amonitas.Fuentes: el propio texto bíblico · Joab · Abishai · Medeba
  • Tras su retirada inicial, los arameos convocaron refuerzos del otro lado del río Éufrates bajo el mando de Sofac, comandante del rey Hadadezer de Soba. David cruzó personalmente el Jordán para derrotarlos, lo que llevó a los vasallos de Hadadezer a firmar la paz y retirar su apoyo a los amonitas.Fuentes: el propio texto bíblico · Hadarezer · Shobach · Zobah

Notas escritas con ayuda de IA a partir de fuentes abiertas (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, dominio público) y revisadas antes de publicarse.

Lugares de este capítulo

  • Ammon · 31.955, 35.934 · versículos 1, 2, 3, 6, 7, 9, 11, 12, 15, 19
  • Jericho · Hoy: Tell es Sultan · 31.872, 35.445 · versículo 5
  • Maacah · 33.258, 35.581 · versículos 6, 7
  • Mesopotamia · Hoy: Aram-naharaim · 36.864, 39.033 · versículo 6
  • Zobah · 33.935, 36.151 · versículo 6
  • Medeba · Hoy: Madaba · 31.716, 35.795 · versículo 7
  • Syria · Hoy: Aram · 33.511, 36.306 · versículos 10, 12, 14, 15, 16, 17, 18, 19
  • Jerusalem · 31.777, 35.234 · versículo 15
  • Euphrates · Hoy: Euphrates River · 31.004, 47.442 · versículo 16
  • Jordan · Hoy: Jordan River · 31.761, 35.558 · versículo 17

Solo aparecen lugares identificados con alta confianza (90 % o más según las fuentes académicas reunidas por OpenBible). Mapa de la época: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; mapa actual: © colaboradores de OpenStreetMap; lugares: OpenBible.info (CC BY 4.0).

Créditos y licencia de esta traducción
μετάφραση των εβδομήκοντα
The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton
Public Domain
Language: Ἑλληνική (Greek, Ancient)
Dialect: Koine
2026-04-08

Fuente: http://ebible.org/grcbrent/ · eBible.org

Habla con nosotros

Cuéntanos desde dónde lees, cómo te ha ayudado la Biblia o qué podemos mejorar. Leemos todos los mensajes.