Nations Bible

Hebrews 8

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· 3πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. 4Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ᾿ ἂν ἦν ἱερεύς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα, 5οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησι, ποιήσῃς πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. 6Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

7Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8Μεμφόμενος γὰρ αὐτοῖς λέγει,

Ἰδού, ἡμέραι ἔρχονται, λέγει Κύριος,

καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ

καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν·

9οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν

ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου·

ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,

κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.

10Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ

μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,

διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν,

καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς·

καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν,

καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.

11Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ,

καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον·

ὅτι πάντες εἰδήσουσί με,

ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν.

12Ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,

καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.

13Ἐν τῷ λέγειν, Καινήν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

The True Tabernacle and a New Covenant

  • Hebrews 8 calls the place where the priests serve a copy and shadow of what is in heaven. That is why Moses, when he was about to build the tabernacle, was warned to make everything according to the pattern shown him on the mountain.Sources: the Bible text itself
  • The new covenant promised to the house of Israel and the house of Judah is set against the covenant made with their fathers when they were led out of Egypt, the land of the Nile.Sources: the Bible text itself · Egypt
  • By speaking of a new covenant, the chapter says the first has been made obsolete, and that what is obsolete and aging will soon disappear.Sources: the Bible text itself

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Places in this chapter

  • Egypt · 30.129, 31.308 · verse 9

Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).

Credits and license for this translation
Η Καινή Διαθήκη
The Greek Textus Receptus New Testament with manuscript annotations by Adam Boyd
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Manuscript comparison footnotes dedicated to the Public Domain by Adam Boyd. The Greek Textus Receptus New Testament is firmly in the Public Domain due to its age.
2026-10-02

Source: http://ebible.org/grctr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.