Nations Bible

Revelation 18

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

The Fall of Babylon the Great

1Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. 2καὶ ἔκραξεν ἰσχυρᾷ φωνῇ λέγων,

Ἔπεσε Βαβυλὼν ἡ μεγάλη,

καὶ ἐγένετο κατοικητήριον δαιμόνων

καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου

καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·

3ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς

πεπτώκασι πάντα τὰ ἔθνη,

καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν,

καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.

4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν,

Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου,

ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς,

καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·

5ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ,

καὶ ἐμνημόνευσεν αὐτῆς ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.

6ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε,

καὶ διπλώσατε τὰ διπλᾶ, ὡς καὶ αὐτή, καὶ κατὰ τὰ ἔργα αὐτῆς·

ἐν τῷ ποτηρίῳ αὐτῆς ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.

7ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασε,

τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος·

ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι

Κάθημαι βασίλισσα

καὶ χήρα οὐκ εἰμί,

καὶ πένθος οὐ μὴ ἴδω.

8διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς—

θάνατος, πένθος καὶ λιμός·

καὶ ἐν πυρὶ κατακαυθήσεται,

ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίνας αὐτήν.

9Καὶ κλαύσουσι καὶ κόψονται ἐπ᾽ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες,

Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,

Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά,

ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.

11Καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 12γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου καὶ βυσσίνου καὶ πορφυροῦ καὶ σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 13καὶ κινάμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ πρόβατα καὶ κτήνη, καὶ ἵππων καὶ ῥαιδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.

14Καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου

ἀπῆλθεν ἀπὸ σοῦ,

καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ

ἀπώλετο ἀπὸ σοῦ,

καὶ οὐκέτι αὐτὰ οὐ μὴ εὕρῃς.

15οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, καὶ κλαίοντες καὶ πενθοῦντες, 16λέγοντες,

Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,

ἡ περιβεβλημένη βύσσον

καὶ πορφυροῦν καὶ κόκκινον,

καὶ κεχρυσωμένη χρυσίῳ

καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις,

17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.

Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν 18καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες,

Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,

ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ

ἐκ τῆς τιμιότητος αὐτῆς,

ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

20εὐφραίνου ἐπ᾽ αὐτῇ, οὐρανέ,

καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,

ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.

21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων,

Οὕτως ὁρμήματι βληθήσεται

Βαβυλὼν ἡ μεγάλη πόλις,

καὶ οὐ μὴ εὑρεθῇ ἔτι.

22καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν

οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,

καὶ πᾶς τεχνίτης πάσης τέχνης

οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,

καὶ φωνὴ μύλου

οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,

23καὶ φῶς λύχνου

οὐ μὴ φανῇ ἐν σοὶ ἔτι,

καὶ φωνὴ νυμφίου καὶ νύμφης

οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι·

ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,

ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.

24καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

The fall of Babylon the great

  • “Babylon” in this chapter is the Greek form of the name Babel. A Bible dictionary gives the Semitic form as Babilu, meaning “The Gate of God,” and notes that Assyrian tablets call it “the city of the dispersion of the tribes.” The same entry places the city on the Euphrates, about two hundred miles above that river’s junction with the Tigris.Sources: Babylon · the Bible text itself
  • The chapter shows Babylon’s wealth through the people who profited from her. Kings who lived in luxury with her, and shipmasters, sailors, and others who made their living from the sea, stand at a distance and weep as they see the smoke of the fire that consumes her. Merchants mourn because no one is left to buy their cargo, which runs from gold, purple, silk, and spices to cattle, horses, chariots, and slaves and souls of men.Sources: the Bible text itself
  • The fall is pictured as sudden and final. In her heart the city says she sits as a queen, is not a widow, and will never see grief, yet the chapter says death, grief, and famine come in one day and she is consumed by fire, while those watching from afar cry that the disaster has come in a single hour. A mighty angel hurls into the sea a stone the size of a great millstone and declares that Babylon will be thrown down with the same violence, never to be seen again; music, craftsmen’s work, the sound of a millstone, lamplight, and the voices of a bride and bridegroom all cease.Sources: the Bible text itself

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Places in this chapter

  • Babylon · Today: Rome · 41.892, 12.485 · verses 2, 10, 21

Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).

Credits and license for this translation
Η Καινή Διαθήκη
The New Testament in Ancient Greek with critical text notes
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Maurice A. Robinson
Contributor: Robert Adam Boyd
The Text-Critical Greek New Testament is based upon The New Testament in the Original Greek: Byzantine Textform 2018, compiled and arranged by Maurice A. Robinson and William G. Pierpont.
The following disclaimer is printed in the The New Testament in the Original Greek: Byzantine Textform 2018:
Anyone is permitted to copy and distribute this text or any portion of this text. It may be incorporated in a larger work, and/or quoted from, stored in a database retrieval system, photocopied, reprinted, or otherwise duplicated by anyone without prior notification, permission, compensation to the holder, or any other restrictions. All rights to this text are released to everyone and no one can reduce these rights at any time. Copyright is not claimed nor asserted for either the preface, notes, or the new and revised form of the Greek NT text of this edition, nor for the original form of such as initially released into the public domain by the editors, first as printed textual notes in 1979, continuous-text electronic form 1986–present, and in published editions from 1991, 2005, and 2010.
The permitted use or reproduction of the Greek text or other material contained within this volume (whether by print, electronic media, or other form) does not imply doctrinal or theological agreement by the present editors and publisher with whatever views may be maintained or promulgated by other publishers. For the purpose of assigning responsibility, it is requested that the present editors’ names and the title associated with this text as well as this disclaimer be retained in any subsequent reproduction of this material.
2026-10-02

Source: http://ebible.org/grctcgnt/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.