Romans 3
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; 2Πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν ⸋γὰρ⸌ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. 3Τί γὰρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; 4Μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, ⸂καθὼς⸃ γέγραπται, Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ ⸂ 2νικήσῃς⸃ ἐν τῷ κρίνεσθαί σε. 5Εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν;—κατὰ ἄνθρωπον λέγω— 6Μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; 7Εἰ ⸂γὰρ⸃ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; 8Καὶ μή—καθὼς βλασφημούμεθα, καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν—ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; Ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
9Τί οὖν; Προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι, 10καθὼς γέγραπται ⸋ὅτι⸌ ⸂Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς· 11οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· 12πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν⸃ χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· 13τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· 14ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· 15ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· 16σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 17καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· 18οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
19Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· 20διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
21Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· 22δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ χριστοῦ εἰς πάντας ⸋καὶ ἐπὶ πάντας⸌ τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν διαστολή· 23πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, 24δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν χριστῷ Ἰησοῦ· 25ὃν προέθετο ὁ θεὸς ἱλαστήριον, διὰ ⸋τῆς⸌ πίστεως, ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων, 26ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ· πρὸς ⸆ ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. 27Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου; Τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. 28Λογιζόμεθα ⸂οὖν⸃ ⸉πίστει δικαιοῦσθαι⸊ ἄνθρωπον, χωρὶς ἔργων νόμου. 29Ἢ Ἰουδαίων ὁ θεὸς μόνον; Οὐχὶ ⸋δὲ⸌ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν· 30⸂ἐπείπερ⸃ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 31Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν.
Did you know?
All under Sin, Justified by Faith
- Romans 3 begins by asking what advantage a Jew has, and what value circumcision has. The reply is that there is much in every way, and first of all that they have been entrusted with the very words of God. The chapter then argues that if some did not have faith, their lack of faith does not nullify God’s faithfulness.Sources: the Bible text itself
- To support the charge that Jews and Greeks alike are all under sin, the chapter strings together lines introduced by “as it is written”: no one is righteous, no one understands or seeks God, speech is pictured as deceit and venom, feet are swift to shed blood, and there is no fear of God. It says the law speaks to those under the law so that every mouth may be silenced and the whole world held accountable, and that no one is justified by works of the law, because the law brings awareness of sin.Sources: the Bible text itself
- With the words “But now,” the chapter says that, apart from the law, the righteousness of God has been revealed, as attested by the Law and the Prophets, and that it comes through faith in Jesus Christ to all who believe, with no distinction. All have sinned and fall short of the glory of God, and are justified freely by His grace through the redemption that is in Christ Jesus. Boasting is excluded on the principle of faith, not works; there is one God, who justifies the circumcised by faith and the uncircumcised through that same faith, and the chapter says this faith upholds the law rather than nullifying it.Sources: the Bible text itself
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org