Romans 10
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ⸋ἡ⸌ πρὸς τὸν θεὸν ὑπὲρ ⸂τοῦ Ἰσραήλ⸃ ⸋ 2ἐστιν⸌ εἰς σωτηρίαν. 2Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. 3Ἀγνοοῦντες γὰρ ⸂τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην⸃ ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν. 4Τέλος γὰρ νόμου χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 5Μωϋσῆς γὰρ γράφει ⸂τὴν δικαιοσύνην τὴν ἐκ ⸋τοῦ⸌ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.⸃ 6Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστιν χριστὸν καταγαγεῖν— 7ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστιν χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· 9ὅτι ἐὰν ὁμολογήσῃς ⸂ἐν τῷ στόματί σου κύριον Ἰησοῦν,⸃ καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. 12Οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. 13Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. 14Πῶς οὖν ⸂ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος; 15Πῶς δὲ κηρύξουσιν⸃ ἐὰν μὴ ἀποσταλῶσιν; ⸂Καθὼς⸃ γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ⸋εἰρήνην, τῶν εὐαγγελιζομένων⸌ ⸋ 2τὰ⸌ ἀγαθά. 16Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; 17Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ⸂θεοῦ.⸃ 18Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19Ἀλλὰ λέγω, μὴ ⸉οὐκ ἔγνω Ἰσραήλ;⸊ Πρῶτος Μωϋσῆς λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, Εὑρέθην ⸂τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.⸃ 21Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

Did you know?
Righteousness by Faith
- The chapter opens with a heart's desire and a prayer to God for the Israelites' salvation. The writer testifies that they are zealous for God, but not on the basis of knowledge: because they were ignorant of God's righteousness and sought to establish their own, they did not submit to God's righteousness. Christ, it says, is the end of the law, to bring righteousness to everyone who believes.Sources: the Bible text itself
- On the righteousness that is by the law, Moses writes, "The man who does these things will live by them." The righteousness that is by faith says instead that the word is near, in the mouth and in the heart—the word of faith being proclaimed: if you confess with your mouth, "Jesus is Lord," and believe in your heart that God raised him from the dead, you will be saved. There is no difference between Jew and Greek, for the same Lord is Lord of all.Sources: the Bible text itself
- The chapter quotes Isaiah, "Lord, who has believed our message?" and Isaiah's bold words, "I was found by those who did not seek Me," and, concerning Israel, "All day long I have held out My hands to a disobedient and obstinate people." Isaiah was the son of Amoz and prophesied during the reigns of Uzziah, Jotham, Ahaz, and Hezekiah. Easton's Bible Dictionary (1897) says he probably began his career in 762 B.C.Sources: the Bible text itself · Isaiah
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org