Nations Bible

Revelation 5

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ⸂ἔσωθεν καὶ ἔξωθεν,⸃ κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ⸋ἐν⸌ φωνῇ μεγάλῃ, Τίς ⸂ἄξιός ἐστιν⸃ ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3Καὶ οὐδεὶς ἐδύνατο ⸂ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς,⸃ ἀνοῖξαι τὸ βιβλίον, ⸂ 2οὔτε⸃ βλέπειν αὐτό. 4Καὶ ⸋ἐγὼ⸌ ἔκλαιον ⸂πολύ,⸃ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι ⸆ τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. 5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ ⸆ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸂ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας⸃ αὐτοῦ. 6Καὶ εἶδον ⸆ ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ⸂ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον⸃ ⸂ 2κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσιν τὰ ἑπτὰ ⸉πνεύματα τοῦ θεοῦ⸊ ἀποστελλόμενα⸃ εἰς πᾶσαν τὴν γῆν. 7Καὶ ἦλθεν, καὶ εἴληφεν ⸆ ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος ⸂κιθάραν,⸃ καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸆ προσευχαὶ τῶν ἁγίων. 9Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ θεῷ ⸋ἡμᾶς⸌ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10⸂καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸂ 2βασιλεῖς καὶ ἱερεῖς,⸃ καὶ βασιλεύσουσιν⸃ ἐπὶ τῆς γῆς. 11Καὶ εἶδον, καὶ ἤκουσα ⸋ὡς⸌ φωνὴν ἀγγέλων πολλῶν ⸂κύκλῳ⸃ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· ⸂ 2καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων,⸃ 12λέγοντες φωνῇ μεγάλῃ, ⸂Ἄξιόν ἐστιν τὸ ἀρνίον⸃ τὸ ἐσφαγμένον λαβεῖν ⸂ 2τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν⸃ καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13Καὶ πᾶν κτίσμα ὃ ⸆ ⸂ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς,⸃ καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ⸂ 2ἐστίν,⸃ καὶ τὰ ἐν αὐτοῖς, ⸂ 3πάντας⸃ ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ ⸂ 4τοῦ θρόνου⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ⸋Ἀμήν.⸌ 14Καὶ ⸂τὰ τέσσαρα ζῷα ⸂ 2λέγοντα⸃ ⸋τὸ⸌ Ἀμήν. Καὶ οἱ πρεσβύτεροι⸃ ἔπεσον, καὶ προσεκύνησαν. ⸆

Did you know?

The Lamb Worthy to Open the Scroll

  • One of the elders tells the weeping narrator not to weep, because the Lion of the tribe of Judah, the Root of David, has triumphed to open the scroll and its seven seals. The entry on David calls him Beloved and identifies him as the eighth and youngest son of Jesse, a citizen of Bethlehem, who tended his father's sheep on the uplands of Judah.Sources: the Bible text itself · David
  • What is seen next is not a lion but a Lamb that appeared to have been slain, standing in the center of the throne, with seven horns and seven eyes. The vision itself says that those horns and eyes represent the seven Spirits of God sent out into all the earth.Sources: the Bible text itself
  • When the Lamb takes the scroll, the four living creatures and the twenty-four elders fall down before him; each has a harp, and they hold golden bowls full of incense, which the passage identifies as the prayers of the saints. The new song says that he was slain and that by his blood he purchased for God those from every tribe, tongue, people, and nation.Sources: the Bible text itself

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.