Revelation 16
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Καὶ ἤκουσα ⸉φωνῆς μεγάλης⸊ ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, ⸂Ὑπάγετε, καὶ ἐκχέατε⸃ τὰς ⸋ἑπτὰ⸌ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.
2Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ⸂εἰς⸃ τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ⸂ 2ἐπὶ⸃ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς ⸉προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.⸊
3Καὶ ὁ δεύτερος ⸋ἄγγελος⸌ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ⸂ζῶσα⸃ ἀπέθανεν ⸆ ἐν τῇ θαλάσσῃ.
4Καὶ ὁ τρίτος ⸆ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ⸂εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς⸃ τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. 5Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, ⸂Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος,⸃ ὅτι ταῦτα ἔκρινας· 6ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ⸂ἔδωκας⸃ πιεῖν· ἄξιοί ⸆ εἰσιν. 7Καὶ ἤκουσα ⸆ τοῦ θυσιαστηρίου λέγοντος, Ναί, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8Καὶ ὁ τέταρτος ⸋ἄγγελος⸌ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ⸉ἐν πυρὶ τοὺς ἀνθρώπους.⸊ 9Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν ⸋οἱ ἄνθρωποι⸌ τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ⸆ ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10Καὶ ὁ πέμπτος ⸆ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12Καὶ ὁ ἕκτος ⸆ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ ⸂τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην·⸃ καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ⸂ 2ἀνατολῆς⸃ ἡλίου. 13Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα ⸉ἀκάθαρτα τρία⸊ ⸂ὡς βάτραχοι·⸃ 14εἰσὶν γὰρ πνεύματα ⸂δαιμονίων⸃ ποιοῦντα σημεῖα, ⸂ 2ἃ ἐκπορεύεται⸃ ἐπὶ τοὺς βασιλεῖς ⸆ τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς ⸋τὸν⸌ πόλεμον τῆς ἡμέρας ⸋ 2ἐκείνης⸌ τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος— 15Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ— 16Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17Καὶ ὁ ἕβδομος ⸆ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ⸂ἐπὶ⸃ τὸν ἀέρα· καὶ ἐξῆλθεν φωνὴ μεγάλη ⸂ 2ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου,⸃ λέγουσα, Γέγονεν. 18Καὶ ἐγένοντο ⸉ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί,⸊ καὶ ⸂σεισμὸς μέγας, οἷος οὐκ ἐγένετο⸃ ἀφ᾽ οὗ ⸂ 2οἱ ἄνθρωποι ἐγένοντο⸃ ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμός, οὕτως μέγας. 19Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. 20Καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. 21Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης· ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

Did you know?
The Seven Bowls of Wrath
- Armageddon is named only in Revelation 16:16, where the kings assemble for battle; the Revised Version reads Har-Magedon. Easton's Bible Dictionary (1897) says the word properly means mount of Megiddo and treats it as a symbolic name for that battlefield, an image suggested by the Old Testament battlefield of the plain of Esdraelon.Sources: Armageddon · the Bible text itself
- The sixth bowl is poured on the great river Euphrates, and its water is dried up to prepare the way for the kings of the East. Easton's Bible Dictionary derives the Greek name Euphrates from Persian Ufratush, meaning sweet water, and notes that the Assyrian name means the stream or the great stream. In the Bible the river is often called simply the river (Exodus 23:31) or the great river (Deuteronomy 1:7).Sources: Euphrates · the Bible text itself
- When the seventh bowl is poured out, the text says that God remembered Babylon the great. Easton's Bible Dictionary identifies Babylon as the Greek form of Babel, from the Semitic name Babilu, the Gate of God, a city that stood on the Euphrates about two hundred miles above the point where the river meets the Tigris.Sources: Babylon · the Bible text itself
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
- East · Today: region around Amman · 31.955, 35.934 · verse 12
- Euphrates · Today: Euphrates River · 31.004, 47.442 · verse 12
- Babylon · Today: Rome · 41.892, 12.485 · verse 19
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org