Nations Bible

Mark 12

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς ⸂λέγειν,⸃ Ἀμπελῶνα ⸉ἐφύτευσεν ἄνθρωπος,⸊ καὶ περιέθηκεν φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 2Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τοῦ καρποῦ⸃ τοῦ ἀμπελῶνος. 3⸂Οἱ δὲ λαβόντες αὐτὸν⸃ ἔδειραν, καὶ ἀπέστειλαν κενόν. 4Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ⸋λιθοβολήσαντες⸌ ἐκεφαλαίωσαν, καὶ ⸂ἀπέστειλαν ἠτιμωμένον.⸃ 5Καὶ ⸋πάλιν⸌ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, ⸂τοὺς μὲν δέροντες, τοὺς⸃ δὲ ἀποκτένοντες. 6Ἔτι ⸋οὖν⸌ ⸉ἕνα υἱὸν ἔχων ἀγαπητὸν ⸋ 2αὐτοῦ,⸊⸌ ἀπέστειλεν ⸋ 3καὶ⸌ αὐτὸν ⸉ 2πρὸς αὐτοὺς ἔσχατον,⸊ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7Ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸉εἶπον πρὸς ἑαυτοὺς⸊ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8Καὶ λαβόντες ⸉αὐτὸν ἀπέκτειναν,⸊ καὶ ἐξέβαλον ⸆ ἔξω τοῦ ἀμπελῶνος. 9Τί ⸋οὖν⸌ ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 12Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

13Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14⸂Οἱ δὲ ἐλθόντες⸃ λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸉κῆνσον Καίσαρι δοῦναι⸊ ἢ οὔ; 15Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω. 16Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος. 17⸂Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς⸃ εἶπεν ⸋αὐτοῖς,⸌ ⸉Ἀπόδοτε τὰ Καίσαρος⸊ Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. Καὶ ⸂ 2ἐθαύμασαν⸃ ἐπ᾽ αὐτῷ.

18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ⸂ἐπηρώτησαν⸃ αὐτόν, λέγοντες, 19Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ ⸂τέκνα μὴ ἀφῇ,⸃ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα ⸋αὐτοῦ,⸌ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ· 20ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, ⸂καὶ οὐδὲ αὐτὸς ἀφῆκεν⸃ σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως. 22Καὶ ⸂ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ⸃ οὐκ ἀφῆκαν σπέρμα. ⸂ 2Ἐσχάτη⸃ πάντων ⸉ἀπέθανεν καὶ ἡ γυνή.⸊ 23Ἐν τῇ ⸆ ἀναστάσει, ⸂ὅταν ἀναστῶσιν,⸃ τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 24⸂Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,⸃ Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι ⸋οἱ⸌ ἐν τοῖς οὐρανοῖς. 26Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ ⸂τοῦ⸃ βάτου, ⸂ 2ὡς⸃ εἶπεν αὐτῷ ὁ θεός, λέγων, Ἐγὼ ⸂ 3ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ;⸃ 27Οὐκ ἔστιν ⸋ὁ⸌ θεὸς νεκρῶν, ἀλλὰ ⸋ 2θεὸς⸌ ζώντων· ⸋ 3ὑμεῖς οὖν⸌ πολὺ πλανᾶσθε.

28Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ⸂εἰδὼς⸃ ὅτι καλῶς ⸉αὐτοῖς ἀπεκρίθη,⸊ ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν ⸂ 2πρώτη πάντων ἐντολή;⸃ 29⸂Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη⸃ ⸋αὐτῷ⸌ ὅτι Πρώτη ⸂ 2πάντων⸃ τῶν ἐντολῶν, ⸆ Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ⸂ 3ἡμῶν,⸃ κύριος εἷς ἐστίν· 30καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸋τῆς⸌ καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. ⸋ 2Αὕτη πρώτη ἐντολή.⸌ 31⸋Καὶ⸌ δευτέρα ⸋ 2ὁμοία⸌ αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32⸋Καὶ⸌ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν, ⸆ καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης ⸋τῆς⸌ καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, ⸋ 2καὶ ἐξ ὅλης τῆς ψυχῆς,⸌ καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, ⸂πλεῖόν⸃ ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ ⸆ θυσιῶν. 34Καὶ ὁ Ἰησοῦς ἰδὼν ⸋αὐτὸν⸌ ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱός ⸉ἐστιν Δαυίδ;⸊ 36Αὐτὸς ⸋γὰρ⸌ Δαυὶδ εἶπεν ἐν ⸂πνεύματι ἁγίῳ,⸃ ⸂ 2Λέγει⸃ ⸋ 2ὁ⸌ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸂ 3ὑποπόδιον⸃ τῶν ποδῶν σου. 37Αὐτὸς ⸋οὖν⸌ Δαυὶδ λέγει αὐτὸν κύριον· καὶ πόθεν ⸉υἱὸς αὐτοῦ ἐστιν;⸊ Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

38Καὶ ⸂ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,⸃ Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, 39καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 40οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα.

41Καὶ καθίσας ⸋ὁ Ἰησοῦς⸌ ⸂κατέναντι⸃ τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ⸂ 2ἔβαλλον⸃ πολλά. 42Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, ⸂λέγει⸃ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ⸂ 2βέβληκεν⸃ τῶν ⸂ 3βαλλόντων⸃ εἰς τὸ γαζοφυλάκιον· 44πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

Debates in the Temple

  • The Sadducees, who say there is no resurrection, question Jesus about seven brothers and one widow, appealing to what Moses wrote. He points them to the burning bush in the Book of Moses, where God says, “I am the God of Abraham, the God of Isaac, and the God of Jacob.” Abraham, “father of a multitude,” was Terah’s son; Isaac was Abraham’s only son by Sarah; and Jacob was the second-born of the twin sons of Isaac and Rebekah.Sources: the Bible text itself · Abraham · Isaac · Jacob (Israel)
  • Asked which commandment is the most important, Jesus begins, “Hear, O Israel, the Lord our God, the Lord is One,” and adds, “Love your neighbor as yourself.” Israel is another name for Jacob, the second-born twin son of Isaac and Rebekah; Jacob’s name is explained as one who follows on another’s heels, or supplanter.Sources: the Bible text itself · Jacob (Israel)
  • Teaching in the temple courts, Jesus asks how the scribes can say that the Christ is the Son of David if David himself calls him “Lord.” David, whose name means “Beloved,” was the eighth and youngest son of Jesse, a citizen of Bethlehem, and his early occupation was tending his father’s sheep on the uplands of Judah.Sources: the Bible text itself · David

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.