Matthew 8
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1⸂Καταβάντι δὲ αὐτῷ⸃ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· 2καὶ ἰδού, λεπρὸς ⸂ἐλθὼν⸃ προσεκύνει αὐτῷ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 3Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ ⸋ὁ Ἰησοῦς,⸌ λέγων, Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. 4Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς· ἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ ⸂προσένεγκε⸃ τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
5⸂Εἰσελθόντι δὲ αὐτῷ⸃ εἰς Καπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτόν, 6καὶ λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7⸋Καὶ⸌ λέγει αὐτῷ ⸋ 2ὁ Ἰησοῦς,⸌ Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 8⸂Καὶ ἀποκριθεὶς⸃ ὁ ἑκατόνταρχος ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ ⸂ 2λόγῳ,⸃ καὶ ἰαθήσεται ὁ παῖς μου. 9Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ⸆ ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 10Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν, καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, ⸂οὐδὲ⸃ ⸉ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν⸊ εὗρον. 11Λέγω δὲ ὑμῖν, ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ, Ὕπαγε, ⸋καὶ⸌ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς ⸋ 2αὐτοῦ⸌ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν, 15καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει ⸂αὐτῷ.⸃ 16Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν, καὶ τὰς νόσους ἐβάστασεν.
18Ἰδὼν δὲ ὁ Ἰησοῦς ⸂πολλοὺς ὄχλους⸃ περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20⸋Καὶ⸌ λέγει αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 21Ἕτερος δὲ τῶν μαθητῶν ⸋αὐτοῦ⸌ εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 22Ὁ δὲ Ἰησοῦς ⸂εἶπεν⸃ αὐτῷ, Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23Καὶ ἐμβάντι αὐτῷ εἰς ⸋τὸ⸌ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24Καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν. 25Καὶ προσελθόντες ⸂οἱ μαθηταὶ⸃ ἤγειραν αὐτόν, λέγοντες, Κύριε, σῶσον ⸋ἡμᾶς,⸌ ἀπολλύμεθα. 26Καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες, Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ⸉ὑπακούουσιν αὐτῷ;⸊
28Καὶ ⸂ἐλθόντι αὐτῷ⸃ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν ⸂ 2Γεργεσηνῶν,⸃ ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης· 29καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, ⸂Ἰησοῦ υἱὲ τοῦ θεοῦ;⸃ Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30Ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ⸂ἐπίτρεψον ἡμῖν ἀπελθεῖν⸃ εἰς τὴν ἀγέλην τῶν χοίρων. 32Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς ⸂τὴν ἀγέλην τῶν χοίρων·⸃ καὶ ἰδού, ὥρμησεν πᾶσα ἡ ἀγέλη ⸋τῶν χοίρων⸌ κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. 34Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ⸂συνάντησιν⸃ τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

Did you know?
Healings, faith, and the sea
- Capernaum, which Jesus enters in this chapter, was a Galilean city not named in the Old Testament. Easton's Bible Dictionary (1897) says it became his “own city” after he left Nazareth, and it lists the centurion’s appeal and the healing at Peter’s house among the events set there.Sources: Capernaum · the Bible text itself
- Jesus says that many will come from east and west to share the banquet with Abraham, Isaac, and Jacob in the kingdom of heaven. Easton's Bible Dictionary (1897) calls Abraham the son of Terah and heir of the promises, Isaac Abraham’s only son by Sarah, and Jacob—also known as Israel—the younger twin son of Isaac and Rebekah.Sources: the Bible text itself · Abraham · Isaac · Jacob (Israel)
- Matthew presents that evening’s healings as fulfilling words spoken through the prophet Isaiah: “He took on our infirmities and carried our diseases.” Easton's Bible Dictionary (1897) identifies Isaiah as the son of Amoz, who prophesied in the reigns of Uzziah, Jotham, Ahaz, and Hezekiah.Sources: the Bible text itself · Isaiah
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
- Gadara · Today: Umm Qais · 32.656, 35.679 · verse 28
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org