Matthew 24
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸉ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ·⸊ καὶ προσῆλθον ⸆ οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. 2⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸆ εἶπεν αὐτοῖς, Οὐ βλέπετε ⸉πάντα ταῦτα;⸊ Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ ⸆ 2 καταλυθήσεται.
3Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν, λέγοντες, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ ⸋τῆς⸌ συντελείας τοῦ αἰῶνος; 4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. 5Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, Ἐγώ εἰμι ὁ χριστός· καὶ πολλοὺς πλανήσουσιν. 6Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ ⸋πάντα⸌ γενέσθαι· ἀλλ᾽ οὔπω ἐστὶν τὸ τέλος. 7Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται λιμοὶ ⸋καὶ λοιμοὶ⸌ καὶ σεισμοὶ κατὰ τόπους. 8Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσιν, καὶ μισήσουσιν ἀλλήλους. 11Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσιν πολλούς. 12Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν· 13ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν· καὶ τότε ἥξει τὸ τέλος.
15Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ⸂ἑστὼς⸃ ἐν τόπῳ ἁγίῳ—ὁ ἀναγινώσκων νοείτω— 16τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸂ἐπὶ⸃ τὰ ὄρη· 17ὁ ἐπὶ τοῦ δώματος μὴ ⸂καταβαινέτω⸃ ἆραι ⸂ 2τὰ⸃ ἐκ τῆς οἰκίας αὐτοῦ· 18καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὰ ἱμάτια⸃ αὐτοῦ. 19Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ ⸆ σαββάτῳ. 21Ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾽ οὐ μὴ γένηται. 22Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ χριστός, ἢ ὧδε, μὴ πιστεύσητε. 24Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε ⸂πλανῆσαι,⸃ εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 25Ἰδού, προείρηκα ὑμῖν. 26Ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδού, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. 27Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ⸆ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 28Ὅπου ⸋γὰρ⸌ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν ⸋τῷ⸌ οὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 31Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος ⸋φωνῆς⸌ μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ⸆ ἄκρων αὐτῶν.
32Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλός, καὶ τὰ φύλλα ἐκφύῃ, ⸂γινώσκετε⸃ ὅτι ἐγγὺς τὸ θέρος· 33οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸉ταῦτα πάντα,⸊ γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34Ἀμὴν λέγω ὑμῖν, ⸆ οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται. 35Ὁ οὐρανὸς καὶ ἡ γῆ ⸂παρελεύσονται,⸃ οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 36Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ⸆ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, ⸆ 2 εἰ μὴ ὁ πατήρ ⸋μου⸌ μόνος. 37Ὥσπερ ⸂δὲ⸃ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ⸋καὶ⸌ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38⸂Ὥσπερ⸃ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ⸆ ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸂ 2ἐκγαμίζοντες,⸃ ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ⸋καὶ⸌ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40Τότε ⸉δύο ἔσονται⸊ ἐν τῷ ἀγρῷ· ⸂ὁ εἷς παραλαμβάνεται, καὶ ὁ εἷς ἀφίεται.⸃ 41Δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται. 42Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ⸂ὥρᾳ⸃ ὁ κύριος ὑμῶν ἔρχεται. 43Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ⸉ὥρᾳ οὐ δοκεῖτε,⸊ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ⸋αὐτοῦ⸌ ἐπὶ τῆς ⸂θεραπείας⸃ αὐτοῦ, τοῦ ⸂ 2διδόναι⸃ αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸉ποιοῦντα οὕτως.⸊ 47Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ⸉ὁ κύριός μου⸊ ⸋ἐλθεῖν,⸌ 49καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους, ⸆ ⸂ἐσθίειν δὲ καὶ πίνειν⸃ μετὰ τῶν μεθυόντων, 50ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Did you know?
The fall of the temple and the coming of the Son of Man
- After leaving the temple, Jesus sat on the Mount of Olives, and the disciples came to him privately to ask when these things would happen and what would be the sign of his coming and of the end of the age. The Mount of Olives is a ridge east of Jerusalem, named for the olive trees that clothe its slopes, and it is separated from the city by the Kidron valley.Sources: the Bible text itself · Mount of Olives
- Jesus says that when they see standing in the holy place the abomination of desolation described by the prophet Daniel, those in Judea should flee to the mountains, not stopping to fetch anything from the house or the field. Under the Romans in the time of Christ, Judea was the southernmost of the three divisions of Palestine, distinct from Galilee and Samaria, and included the territories of the tribes of Judah, Benjamin, Dan, Simeon, and part of Ephraim.Sources: the Bible text itself · Judea
- Jesus compares the coming of the Son of Man to the days of Noah: before the flood, people were eating and drinking, marrying and giving in marriage, up to the day Noah entered the ark, and they were oblivious until the flood swept them all away. The chapter therefore urges its readers to keep watch, because they do not know the day on which their Lord will come.Sources: the Bible text itself
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
- Mount of Olives · 31.778, 35.246 · verse 3
- Holy Place · Today: on Mount Moriah · 31.778, 35.236 · verse 15
- Judea · Today: Judea 1 · 31.777, 35.234 · verse 16
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org