Nations Bible

Matthew 19

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ. 3Καὶ προσῆλθον αὐτῷ ⸋οἱ⸌ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες ⸋ 2αὐτῷ,⸌ Εἰ ἔξεστιν ⸋ 3ἀνθρώπῳ⸌ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; 4Ὁ δὲ ἀποκριθεὶς εἶπεν ⸋αὐτοῖς,⸌ Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸂ποιήσας⸃ ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, 5καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα ⸆ καὶ τὴν μητέρα, καὶ ⸂προσκολληθήσεται⸃ ⸂ 2τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; 6Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία· ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 7Λέγουσιν αὐτῷ, Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι ⸋αὐτήν;⸌ 8Λέγει αὐτοῖς ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9Λέγω δὲ ὑμῖν ⸋ὅτι⸌ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, ⸆ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· ⸋ 2καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.⸌ 10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ ⸋αὐτοῦ,⸌ Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσιν τὸν λόγον ⸋τοῦτον,⸌ ἀλλ᾽ οἷς δέδοται. 12Εἰσὶν γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.

13Τότε ⸂προσηνέχθη⸃ αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15Καὶ ἐπιθεὶς ⸉αὐτοῖς τὰς χεῖρας,⸊ ἐπορεύθη ἐκεῖθεν. 16Καὶ ἰδού, εἷς ⸆ προσελθὼν ⸉εἶπεν αὐτῷ,⸊ Διδάσκαλε ⸋ἀγαθέ,⸌ τί ἀγαθὸν ποιήσω, ἵνα ⸂ἔχω⸃ ζωὴν αἰώνιον; 17Ὁ δὲ εἶπεν αὐτῷ, Τί με ⸂λέγεις ἀγαθόν;⸃ ⸂ 2Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός.⸃ Εἰ δὲ θέλεις ⸉εἰσελθεῖν εἰς τὴν ζωήν,⸊ ⸂ 3τήρησον⸃ τὰς ἐντολάς. 18Λέγει αὐτῷ, Ποίας; Ὁ δὲ Ἰησοῦς ⸂εἶπεν,⸃ Τὸ Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις· οὐ ψευδομαρτυρήσεις· 19τίμα τὸν πατέρα ⸆ καὶ τὴν μητέρα· καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20Λέγει αὐτῷ ὁ νεανίσκος, ⸉Πάντα ταῦτα⸊ ⸂ἐφυλαξάμην⸃ ⸋ἐκ νεότητός μου·⸌ τί ἔτι ὑστερῶ; 21Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς ⸆ πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸂οὐρανῷ·⸃ καὶ δεῦρο, ἀκολούθει μοι. 22Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ⸆ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.

23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι ⸉δυσκόλως πλούσιος⸊ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος ⸂διελθεῖν,⸃ ἢ πλούσιον ⸂ 2εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.⸃ 25Ἀκούσαντες δὲ οἱ μαθηταὶ ⸋αὐτοῦ⸌ ἐξεπλήσσοντο σφόδρα, λέγοντες, Τίς ἄρα δύναται σωθῆναι; 26Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά. ⸆ 27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ⸂ὑμεῖς⸃ ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29Καὶ πᾶς ⸂ὃς⸃ ἀφῆκεν ⸉οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ⸋ἢ γυναῖκα,⸌ ἢ τέκνα, ἢ ἀγρούς,⸊ ἕνεκεν τοῦ ⸂ 2ὀνόματός μου,⸃ ⸂ 3ἑκατονταπλασίονα⸃ λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

Marriage, children, and the cost of following

  • After finishing these sayings, Jesus left Galilee and went into the region of Judea beyond the Jordan, where large crowds followed him and he healed them. The Jews called Galilee Galil; it was also known as Galilee of the Gentiles, and Upper Galilee was distinguished from Lower Galilee. Under the Romans in the time of Christ, Judea was the southernmost of Palestine's three divisions, distinguished from Galilee and Samaria, and a dated account calls this teaching in Perea, beginning in AD 30.Sources: the Bible text itself · Galilee · Judea · Jesus Teaches in Perea
  • Some Pharisees came to test Jesus, asking whether it was lawful for a man to divorce his wife for any reason, and they appealed to Moses' order that a man give his wife a certificate of divorce and send her away. Jesus replied that Moses permitted divorce because of their hardness of heart, though it had not been so from the beginning.Sources: the Bible text itself
  • When Peter said that he and the others had left everything to follow Jesus, he spoke as a man trained as a fisher. Originally called Simon, he was the son of Jona, and his hometown was Bethsaida, on the western coast of the Sea of Galilee, where he had been brought up to that work.Sources: the Bible text itself · Simon Peter

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Places in this chapter

  • Galilee · 32.760, 35.527 · verse 1
  • Jordan · Today: Jordan River · 31.761, 35.558 · verse 1
  • Judea · Today: Judea 1 · 31.777, 35.234 · verse 1

Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.