Matthew 14
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν ⸋αὐτὸν⸌ καὶ ⸂ἔθετο ἐν φυλακῇ,⸃ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4Ἔλεγεν γὰρ ⸂αὐτῷ ὁ Ἰωάννης,⸃ Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν. 5Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ⸂ἐφοβήθη⸃ τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6⸂Γενεσίων δὲ ἀγομένων⸃ τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν τῷ Ἡρῴδῃ· 7ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ⸂ἐὰν⸃ αἰτήσηται. 8Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9Καὶ ⸂ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους⸃ ἐκέλευσεν δοθῆναι· 10καὶ πέμψας ἀπεκεφάλισεν ⸋τὸν⸌ Ἰωάννην ἐν τῇ φυλακῇ. 11Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ ⸂σῶμα,⸃ καὶ ἔθαψαν ⸂ 2αὐτό·⸃ καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13⸂Καὶ ἀκούσας⸃ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14Καὶ ἐξελθὼν ⸋ὁ Ἰησοῦς⸌ εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ ⸂αὐτοῖς,⸃ καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ ⸋αὐτοῦ,⸌ λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον ⸆ τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18Ὁ δὲ εἶπεν, Φέρετέ μοι ⸉αὐτοὺς ὧδε.⸊ 19Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοὺς χόρτους,⸃ ⸆ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. 21Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
22Καὶ εὐθέως ἠνάγκασεν ⸋ὁ Ἰησοῦς⸌ τοὺς μαθητὰς ⸆ ἐμβῆναι εἰς ⸋ 2τὸ⸌ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. 24Τὸ δὲ πλοῖον ἤδη ⸂μέσον τῆς θαλάσσης ἦν,⸃ βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸂ἀπῆλθεν⸃ πρὸς αὐτοὺς ⸋ὁ Ἰησοῦς,⸌ περιπατῶν ἐπὶ ⸂ 2τῆς θαλάσσης.⸃ 26⸂Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ⸃ ἐπὶ ⸂ 2τὴν θάλασσαν⸃ περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστιν· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27⸂Εὐθέως⸃ δὲ ἐλάλησεν ⸉αὐτοῖς ὁ Ἰησοῦς,⸊ λέγων, Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν,⸃ Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸉πρός σε ἐλθεῖν⸊ ἐπὶ τὰ ὕδατα. 29Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ⸋ὁ⸌ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ⸂ἐλθεῖν⸃ πρὸς τὸν Ἰησοῦν. 30Βλέπων δὲ τὸν ἄνεμον ⸋ἰσχυρὸν⸌ ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, Κύριε, σῶσόν με. 31⸂Εὐθέως δὲ⸃ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32Καὶ ⸂ἐμβάντων⸃ αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος· 33οἱ δὲ ἐν τῷ πλοίῳ ⸋ἐλθόντες⸌ προσεκύνησαν αὐτῷ, λέγοντες, Ἀληθῶς θεοῦ υἱὸς εἶ.
34Καὶ διαπεράσαντες ἦλθον ⸂εἰς τὴν γῆν⸃ Γεννησαρέτ. 35Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας· 36καὶ παρεκάλουν αὐτόν, ἵνα ⸆ μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
Did you know?
John's death and the Sea of Galilee
- Herod the tetrarch is Herod Antipas, Herod's son by Malthace. Herodias, daughter of Aristobulus and Bernice, left her husband Herod Philip I, Antipas's brother, and married Antipas; Easton's Bible Dictionary (1897) also names Philip as Salome's father. John said the marriage was unlawful, and Antipas imprisoned him and later had him beheaded, probably in the castle of Machaerus, according to that account.Sources: the Bible text itself · Herod Antipas · Herodias · Philip
- A chronology dates John's beheading, the feeding of the five thousand, and Jesus walking on the sea all to AD 29. After John's disciples buried his body and told Jesus, he withdrew by boat to a solitary place, but crowds followed him on foot from the towns.Sources: John Beheaded · Feeding of Five Thousand · Jesus Walks on Water · the Bible text itself
- After they crossed the sea, they landed at Gennesaret, a town of Naphtali on the western shore of the lake to which it gave its name. The town was called Chinnereth, and later Genezar and Gennesaret; no trace of it remains, and a chronology dates the healings there to AD 29. Its plain, noted for fertility and beauty, has been called the Paradise of Galilee and is now called el-Ghuweir.Sources: Gennesaret · Healing in Gennesaret · the Bible text itself
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org