Nations Bible

Luke 6

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Ἐγένετο δὲ ἐν σαββάτῳ ⸋δευτεροπρώτῳ⸌ διαπορεύεσθαι αὐτὸν διὰ ⸋ 2τῶν⸌ σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ ⸉τοὺς στάχυας, καὶ ἤσθιον,⸊ ψώχοντες ταῖς χερσίν. 2Τινὲς δὲ τῶν Φαρισαίων εἶπον ⸋αὐτοῖς,⸌ Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν ⸋ 2ποιεῖν ἐν⸌ τοῖς σάββασιν; 3Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυίδ, ⸂ὁπότε⸃ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ ⸋ὄντες;⸌ 4⸋Ὡς⸌ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸂ἔλαβεν, καὶ⸃ ἔφαγεν, καὶ ἔδωκεν ⸋ 2καὶ⸌ τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; 5Καὶ ἔλεγεν αὐτοῖς ⸋ὅτι⸌ ⸂Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.⸃

6Ἐγένετο δὲ ⸋καὶ⸌ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ⸉ἐκεῖ ἄνθρωπος,⸊ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. 7⸂Παρετήρουν⸃ δὲ ⸆ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ ⸋ἐν⸌ τῷ σαββάτῳ ⸂ 2θεραπεύσει·⸃ ἵνα εὕρωσιν ⸂ 3κατηγορίαν⸃ αὐτοῦ. 8Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, ⸂καὶ εἶπεν⸃ τῷ ⸂ 2ἀνθρώπῳ⸃ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, ⸂ 3Ἔγειραι,⸃ καὶ στῆθι εἰς τὸ μέσον. ⸂ 4Ὁ δὲ⸃ ἀναστὰς ἔστη. 9Εἶπεν ⸂οὖν⸃ ὁ Ἰησοῦς πρὸς αὐτούς, ⸂ 2Ἐπερωτήσω⸃ ὑμᾶς ⸂ 3τί,⸃ Ἔξεστιν ⸂ 4τοῖς σάββασιν,⸃ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ⸂ 5ἀποκτεῖναι;⸃ 10Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεν ⸂αὐτῷ,⸃ Ἔκτεινον τὴν χεῖρά σου. Ὁ δὲ ἐποίησεν ⸆ καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ⸂ 2ὑγιὴς ὡς ἡ ἄλλη.⸃ 11Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.

12Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ⸂ἐξῆλθεν⸃ εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. 13Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, 14Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, ⸆ Ἰάκωβον καὶ Ἰωάννην, ⸆ 2 Φίλιππον καὶ Βαρθολομαῖον, 15⸆ Ματθαῖον καὶ Θωμᾶν, ⸆ 2 Ἰάκωβον ⸋τὸν⸌ ⸋ 2τοῦ⸌ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, 16⸆ Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς ⸋καὶ⸌ ἐγένετο προδότης, 17Καὶ καταβὰς μετ᾽ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος ⸆ μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· 18καὶ οἱ ⸂ὀχλούμενοι ὑπὸ⸃ πνευμάτων ἀκαθάρτων, ⸋καὶ⸌ ἐθεραπεύοντο. 19Καὶ πᾶς ὁ ὄχλος ⸂ἐζήτει⸃ ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

20Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν, Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 21Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23⸂Χάρητε⸃ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ⸂ 2ταῦτα⸃ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

24Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 25⸂Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι, ⸆ ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. 26Οὐαὶ⸃ ὅταν ⸉καλῶς ὑμᾶς εἴπωσιν⸊ ⸆ οἱ ἄνθρωποι· κατὰ ⸂ταῦτα⸃ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.

27Ἀλλ᾽ ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28εὐλογεῖτε τοὺς καταρωμένους ⸂ὑμῖν,⸃ ⸆ προσεύχεσθε ⸂ 2ὑπὲρ⸃ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30Παντὶ ⸋δὲ⸌ ⸋ 2τῷ⸌ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ⸋καὶ ὑμεῖς⸌ ποιεῖτε αὐτοῖς ὁμοίως. 32Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33Καὶ ⸆ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ ⸋γὰρ⸌ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34Καὶ ἐὰν ⸂δανείζητε⸃ παρ᾽ ὧν ἐλπίζετε ⸂ 2ἀπολαβεῖν,⸃ ποία ὑμῖν χάρις ἐστίν; Καὶ ⸋γὰρ⸌ ⸆ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσιν τὰ ἴσα. 35Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ⸆ ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36Γίνεσθε ⸋οὖν⸌ οἰκτίρμονες, καθὼς ⸋ 2καὶ⸌ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. 37⸂Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Μὴ καταδικάζετε,⸃ καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, ⸂πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον⸃ δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. ⸂ 2Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ⸃ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.

39Εἶπεν δὲ ⸆ παραβολὴν αὐτοῖς, Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον ⸂πεσοῦνται;⸃ 40Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον ⸋αὐτοῦ·⸌ κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. 41Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42⸋Ἢ⸌ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ⸉ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.⸊ 43Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· οὐδὲ ⸆ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου ⸉τρυγῶσιν σταφυλήν.⸊ 45Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ⸋αὐτοῦ⸌ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ⸋ 2ἄνθρωπος⸌ ἐκ τοῦ πονηροῦ ⸋ 3θησαυροῦ τῆς καρδίας αὐτοῦ⸌ προφέρει τὸ πονηρόν· ἐκ γὰρ ⸋ 4τοῦ⸌ περισσεύματος ⸋ 5τῆς⸌ καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

46Τί δέ με καλεῖτε, Κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψεν καὶ ἐβάθυνεν, καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης, προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτήν· ⸂τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.⸃ 49Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι ⸆ οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέρρηξεν ὁ ποταμός, καὶ ⸂εὐθέως⸃ ⸂ 2ἔπεσεν,⸃ καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

The Sabbath, the Twelve, and the Plain

  • On a Sabbath, as Jesus passed through the grainfields, his disciples picked heads of grain, rubbed them in their hands, and ate them, and some Pharisees called this unlawful. Jesus recalled that David and his hungry companions ate consecrated bread from the house of God, bread lawful only for the priests, and said that the Son of Man is Lord of the Sabbath. On another Sabbath he restored a man’s withered right hand in the synagogue while scribes and Pharisees watched for a reason to accuse him; a chronology dates both episodes to AD 28.Sources: the Bible text itself · Corn on the Sabbath · Healing a Withered Hand
  • After spending the night in prayer on the mountain, Jesus called his disciples and chose twelve, whom he designated apostles. Among them were Simon, whom he named Peter, and Peter’s brother Andrew, fishermen from Bethsaida on the western coast of the Sea of Galilee, and Matthew, a tax collector at Capernaum who had formerly been known as Levi.Sources: the Bible text itself · Simon Peter · Andrew · Matthew
  • Jesus came down with them and stood on a level place, where people from Judea, Jerusalem, and the sea coast of Tyre and Sidon had gathered to hear him and to be healed. Tyre and Sidon were ancient Phoenician cities on the Mediterranean; Sidon, the older city, lay about twenty-five miles north of Tyre. A chronology dates this teaching to AD 28 and titles it the Sermon on the Mount, though the narrative places Jesus on level ground after he came down from the mountain.Sources: the Bible text itself · Tyre · Sidon · Sermon on the Mount

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Places in this chapter

  • Jerusalem · 31.777, 35.234 · verse 17
  • Judea · Today: Judea 1 · 31.777, 35.234 · verse 17
  • Sidon · Today: Sandikli archaeological site in Sidon · 33.561, 35.372 · verse 17
  • Tyre · 33.271, 35.196 · verse 17

Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.