Luke 18
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Ἔλεγεν δὲ ⸋καὶ⸌ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, ⸆ καὶ μὴ ἐκκακεῖν, 2λέγων, Κριτής τις ἦν ἔν τινι πόλει, τὸν θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος· 3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. 4Καὶ οὐκ ⸂ἠθέλησεν⸃ ἐπὶ χρόνον· μετὰ ⸉δὲ ταῦτα⸊ εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι, ⸂ 2καὶ ἄνθρωπον οὐκ⸃ ἐντρέπομαι· 5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. 6Εἶπεν δὲ ὁ κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. 7Ὁ δὲ θεὸς οὐ μὴ ⸂ποιήσῃ⸃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων ⸂ 2πρὸς αὐτὸν⸃ ἡμέρας καὶ νυκτός, καὶ ⸂ 3μακροθυμῶν⸃ ἐπ᾽ αὐτοῖς; 8Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
9Εἶπεν δὲ ⸆ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην· 10Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ⸂ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος⸃ τελώνης. 11Ὁ Φαρισαῖος σταθεὶς ⸉πρὸς ἑαυτὸν ταῦτα⸊ προσηύχετο, Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ⸂ὥσπερ⸃ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. 12Νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13⸂Καὶ ὁ⸃ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ⸉εἰς τὸν οὐρανὸν ἐπᾶραι,⸊ ἀλλ᾽ ἔτυπτεν ⸋εἰς⸌ τὸ στῆθος ⸂ 2αὐτοῦ,⸃ λέγων, Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ⸂ἢ γὰρ ἐκεῖνος·⸃ ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ⸂ἐπετίμησαν⸃ αὐτοῖς. 16Ὁ δὲ Ἰησοῦς ⸂προσκαλεσάμενος αὐτὰ εἶπεν,⸃ Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 17Ἀμὴν λέγω ὑμῖν, ὃς ⸂ἐὰν⸃ μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός. 20Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα ⸂τὸν πατέρα σου καὶ τὴν μητέρα σου.⸃ 21Ὁ δὲ εἶπεν, Ταῦτα πάντα ⸂ἐφυλαξάμην⸃ ἐκ νεότητός ⸋μου.⸌ 22Ἀκούσας δὲ ⸋ταῦτα⸌ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸂οὐρανῷ·⸃ καὶ δεῦρο, ἀκολούθει μοι. 23Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ⸂ἐγένετο·⸃ ἦν γὰρ πλούσιος σφόδρα. 24Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς ⸋περίλυπον γενόμενον⸌ εἶπεν, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες ⸂εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ.⸃ 25Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ ⸂τρυμαλιᾶς ῥαφίδος⸃ εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26Εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι; 27Ὁ δὲ εἶπεν, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά ⸉ἐστιν παρὰ τῷ θεῷ.⸊ 28Εἶπεν δὲ ⸆ Πέτρος, Ἰδού, ἡμεῖς ⸂ἀφήκαμεν πάντα, καὶ⸃ ἠκολουθήσαμέν σοι. 29Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ⸉ἢ γονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα,⸊ ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, 30ὃς ⸂οὐ⸃ μὴ ⸂ 2ἀπολάβῃ⸃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπεν πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου. 32Παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται, 33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ⸂προσαιτῶν·⸃ 36ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί ⸆ εἴη τοῦτο. 37Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38Καὶ ἐβόησεν, λέγων, Ἰησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν με. 39Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα ⸂σιωπήσῃ·⸃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με. 40Σταθεὶς δὲ ⸋ὁ⸌ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, 41⸋λέγων,⸌ Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπεν, Κύριε, ἵνα ἀναβλέψω. 42Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. 43Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

Did you know?
Prayer, Humility, and Mercy on the Way
- As Jesus draws near Jericho, a blind man sits begging beside the road. Easton's Bible Dictionary (1897) calls Jericho a “place of fragrance”: a fenced city amid a vast grove of palm trees on the plain of the Jordan, about five miles west of the river, and the most important city of that valley.Sources: the Bible text itself · Jericho
- The crowd tells the blind man that Jesus of Nazareth is passing by, and he cries out, “Son of David, have mercy on me.” David, whose name is explained as “beloved,” was the eighth and youngest son of Jesse and a citizen of Bethlehem; Nazareth, which is not mentioned in the Old Testament, was the home of Joseph and Mary.Sources: the Bible text itself · David · Nazareth
- Jesus takes the Twelve aside and tells them they are going up to Jerusalem, where everything the prophets wrote about the Son of Man will be fulfilled. The name is in a dual form meaning “possession of peace” or “foundation of peace,” probably referring to the mountains Zion and Moriah on which the city was built, though some connect it with the upper and lower city; Jerusalem is also called the holy city and described as a mountain city.Sources: the Bible text itself · Jerusalem
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
- Jerusalem · 31.777, 35.234 · verse 31
- Jericho · Today: Tell el Alayiq · 31.852, 35.436 · verse 35
- Nazareth · 32.702, 35.298 · verse 37
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org