Nations Bible

Luke 12

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης ⸉τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.⸊ 2Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστίν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται. 3Ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. 4Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ⸉ἐξουσίαν ἔχοντα⸊ ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. 6Οὐχὶ πέντε στρουθία ⸂πωλεῖται⸃ ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. 7Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ ⸋οὖν⸌ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. 8Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν ⸂ὁμολογήσῃ⸃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· 9ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11Ὅταν δὲ ⸂προσφέρωσιν⸃ ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ ⸂ 2μεριμνᾶτε⸃ ⸂ 3πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε·⸃ 12τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.

13Εἶπεν δέ τις ⸉αὐτῷ ἐκ τοῦ ὄχλου,⸊ Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν. 14Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησεν ⸂δικαστὴν⸃ ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς; 15Εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ ⸂τῆς⸃ πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ⸂ 2ἡ ζωὴ αὐτῷ ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.⸃ 16Εἶπεν δὲ παραβολὴν πρὸς αὐτούς, λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· 17καὶ διελογίζετο ἐν ⸂ἑαυτῷ⸃ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18Καὶ εἶπεν, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα ⸂τὰ γενήματά μου⸃ καὶ τὰ ἀγαθά μου. 19Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20Εἶπεν δὲ αὐτῷ ὁ θεός, ⸂Ἄφρον,⸃ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ⸂ 2ἀπαιτοῦσιν⸃ ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 21Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς θεὸν πλουτῶν.

22Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Διὰ τοῦτο ⸉ὑμῖν λέγω,⸊ μὴ μεριμνᾶτε ⸂τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι,⸃ τί ⸂ 2ἐνδύσησθε.⸃ 23Ἡ ⸆ ψυχὴ ⸂πλεῖόν⸃ ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24Κατανοήσατε τοὺς κόρακας, ὅτι ⸂οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν,⸃ οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ⸉προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ⸊ πῆχυν ⸋ἕνα;⸌ 26Εἰ οὖν ⸂οὔτε⸃ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27Κατανοήσατε τὰ κρίνα ⸂πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει·⸃ λέγω ⸋δὲ⸌ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28Εἰ δὲ ⸂τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα,⸃ καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ θεὸς οὕτως ⸂ 2ἀμφιέννυσιν,⸃ πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, ⸂ἢ⸃ τί πίητε· καὶ μὴ μετεωρίζεσθε. 30Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ⸂ἐπιζητεῖ·⸃ ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31Πλὴν ζητεῖτε τὴν βασιλείαν ⸂τοῦ θεοῦ,⸃ καὶ ταῦτα ⸋πάντα⸌ προστεθήσεται ὑμῖν. 32Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει· 34ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.

35Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· 36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ⸂ἀναλύσῃ⸃ ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. 37Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38⸂Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ,⸃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ⸂ 2οἱ δοῦλοι ἐκεῖνοι.⸃ 39Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ⸋ἐγρηγόρησεν ἄν, καὶ⸌ ⸂οὐκ ἂν ἀφῆκεν⸃ διορυγῆναι τὸν οἶκον αὐτοῦ. 40Καὶ ὑμεῖς ⸋οὖν⸌ γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

41Εἶπεν δὲ ⸋αὐτῷ⸌ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας; 42⸂Εἶπεν δὲ⸃ ὁ κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ⸋καὶ⸌ ⸆ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ ⸋ 2τὸ⸌ σιτομέτριον; 43Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 44Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· 46ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει· καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ⸂ἑαυτοῦ,⸃ καὶ μὴ ἑτοιμάσας ⸂ 2μηδὲ⸃ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· 48ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.

49Πῦρ ἦλθον βαλεῖν ⸂εἰς⸃ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ⸂οὗ⸃ τελεσθῇ. 51Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. 52Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ⸉οἴκῳ ἑνὶ⸊ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσίν, καὶ δύο ἐπὶ τρισίν. 53⸂Διαμερισθήσεται⸃ πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· ⸂ 2μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί·⸃ ⸂ 3πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.⸃ 54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε ⸋τὴν⸌ νεφέλην ἀνατέλλουσαν ⸂ἀπὸ⸃ δυσμῶν, εὐθέως λέγετε, ⸆ Ὄμβρος ἔρχεται· καὶ γίνεται οὕτως. 55Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶ γίνεται. 56Ὑποκριταί, τὸ πρόσωπον ⸉τῆς γῆς καὶ τοῦ οὐρανοῦ⸊ οἴδατε δοκιμάζειν· τὸν ⸉ 2δὲ καιρὸν⸊ τοῦτον πῶς ⸂οὐ δοκιμάζετε;⸃ 57Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε ⸂παραδῷ⸃ τῷ πράκτορι, καὶ ὁ πράκτωρ ⸂ 2σε βάλῃ⸃ εἰς φυλακήν. 59Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως ⸋οὗ⸌ καὶ ⸂τὸν⸃ ἔσχατον λεπτὸν ἀποδῷς.

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

Hypocrisy, trust, and watchfulness

  • Jesus tells his disciples that not even Solomon in all his glory was adorned like one of the lilies. Solomon, whose Hebrew name Shelomoh means “peaceful,” was David’s son by Bathsheba and is described as the first king of Israel born in the purple; his history is recorded in 1 Kings 1-11 and 2 Chronicles 1-9.Sources: the Bible text itself · Solomon
  • The man who asks whether the parable is for the disciples or for everyone else is Simon Peter. He was originally called Simon, or Simeon, a very common Jewish name meaning “hearing”; he was the son of Jona and was trained as a fisher in his hometown, Bethsaida, on the western coast of the Sea of Galilee.Sources: the Bible text itself · Simon Peter
  • The chapter opens with many thousands trampling one another as Jesus warns his disciples about the hypocrisy of the Pharisees and then tells parables. One list of events dates the woes and parables with the Pharisees to AD 29 and assigns them a length of one day.Sources: the Bible text itself · Woes and Parables with Pharisees

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.