Nations Bible

Acts 27

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς. 2Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ, ⸂μέλλοντες⸃ πλεῖν ⸆ τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. 3Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς ⸋τοὺς⸌ φίλους ⸂πορευθέντα⸃ ἐπιμελείας τυχεῖν. 4Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. 5Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, ⸂κατήλθομεν⸃ εἰς Μύρα τῆς Λυκίας. 6Κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς ⸋τὴν⸌ Ἰταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. 7Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· 8μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ⸉ἦν πόλις⸊ Λασαία.

9Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ ⸂φορτίου⸃ καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11Ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ⸉ἐπείθετο μᾶλλον⸊ ἢ τοῖς ὑπὸ ⸋τοῦ⸌ Παύλου λεγομένοις. 12Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ⸂κἀκεῖθεν,⸃ εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. 13Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. 14Μετ᾽ οὐ πολὺ δὲ ἔβαλεν κατ᾽ αὐτῆς ἄνεμος τυφωνικός, ὁ καλούμενος Εὐροκλύδων· 15συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. 16Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην ⸉μόλις ἰσχύσαμεν⸊ περικρατεῖς γενέσθαι τῆς σκάφης· 17ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτην ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· 19καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ⸂ἐρρίψαμεν.⸃ 20Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ⸉πᾶσα ἐλπὶς⸊ τοῦ σῴζεσθαι ἡμᾶς. 21Πολλῆς ⸂δὲ⸃ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. 23Παρέστη γάρ μοι ⸉ταύτῃ τῇ νυκτὶ⸊ ⸂ἄγγελος τοῦ θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω,⸃ 24λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι. 26Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.

27Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· 28καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· 29φοβούμενοί τε ⸂μήπως⸃ ⸂ 2εἰς⸃ τραχεῖς τόπους ⸂ 3ἐκπέσωμεν,⸃ ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. 30Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴρας ⸉μελλόντων ἀγκύρας⸊ ἐκτείνειν, 31εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι ⸉μείνωσιν ἐν τῷ πλοίῳ,⸊ ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32Τότε ⸉οἱ στρατιῶται ἀπέκοψαν⸊ τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. 33Ἄχρι δὲ οὗ ⸉ἤμελλεν ἡμέρα⸊ γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι. 34Διὸ παρακαλῶ ὑμᾶς ⸂προσλαβεῖν⸃ τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ⸂ 2ὑμετέρας⸃ σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ⸂ 3ἐκ⸃ τῆς κεφαλῆς ⸂ 4πεσεῖται.⸃ 35Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν. 36Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 37⸂Ἦμεν⸃ δὲ ⸉ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί,⸊ ⸂ 2διακόσιαι⸃ ἑβδομήκοντα ἕξ. 38Κορεσθέντες δὲ ⸋τῆς⸌ τροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. 39Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν ⸂ἐβουλεύσαντο,⸃ εἰ ⸂ 2δυνατόν,⸃ ⸂ 3ἐξῶσαι⸃ τὸ πλοῖον. 40Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῷρα ἐρείσασα ⸂ἔμεινεν⸃ ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας ⸋τῶν κυμάτων.⸌ 42Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας ⸂διαφύγῃ.⸃ 43Ὁ δὲ ἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾷν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι· 44καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

Storm and Shipwreck on the Way to Rome

  • Paul and the other prisoners did not sail straight to Italy. At Caesarea they boarded a ship of Adramyttium, a city on the coast of Mysia in Asia Minor, bound for ports along the coast of Asia, a name Easton's Bible Dictionary takes in this verse as probably Asia Minor, and that ship carried them only as far as Myra in Lycia. There the centurion put them aboard an Alexandrian ship sailing for Italy; the dictionary notes that it was rare for a ship to sail from any port of Palestine direct to Italy.Sources: Adramyttium · Asia · the Bible text itself
  • The prisoners were handed over to Julius, a centurion of the Imperial Regiment. Easton's Bible Dictionary identifies him as centurion of the Augustan cohort, or the emperor's body-guard, and describes his courteous regard for Paul. At Sidon, about twenty-five miles north of Tyre, he let Paul visit friends and receive care; later he blocked the soldiers' plan to kill the prisoners so that Paul's life would be spared.Sources: Julius · Sidon · the Bible text itself
  • After Cnidus the ship worked along Crete, one of the largest islands in the Mediterranean, about 140 miles long and 35 broad, which Paul visited on this voyage to Rome. The account says the voyage had already become dangerous because it was after the Fast, and Fair Havens was unsuitable for wintering. One chronology dates the start of the journey to Rome to AD 56 and the shipwreck in the storm to AD 57.Sources: Crete · Journey to Rome begins · Paul is shipwrecked by a storm · the Bible text itself

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Places in this chapter

  • Italy · 41.892, 12.485 · verses 1, 6
  • Adramyttium · Today: Oren · 39.501, 26.933 · verse 2
  • Asia · 38.400, 28.300 · verse 2
  • Thessalonica · Today: Thessaloniki · 40.638, 22.946 · verse 2
  • Sidon · Today: Sandikli archaeological site in Sidon · 33.561, 35.372 · verse 3
  • Cyprus · 35.000, 33.000 · verse 4
  • Cilicia · 36.913, 34.892 · verse 5
  • Lycia · 36.733, 29.900 · verse 5
  • Myra · 36.259, 29.985 · verse 5
  • Pamphylia · 37.000, 31.000 · verse 5
  • Alexandria · 31.183, 29.896 · verse 6
  • Cnidus · 36.686, 27.375 · verse 7
  • Crete · 35.310, 24.893 · verses 7, 8, 12, 13, 14, 21
  • Salmone · Today: Cape Sideros · 35.316, 26.312 · verse 7
  • Fair Havens · Today: Kaloi Limenes · 34.930, 24.800 · verses 8, 12
  • Lasea · Today: Lasaea · 34.941, 24.811 · verse 8
  • Cauda · Today: Gavdos · 34.833, 24.083 · verse 16
  • Syrtis · Today: Sidra · 31.500, 18.000 · verse 17
  • Adriatic Sea · Today: Adriatic and Ionian Seas · 38.000, 19.000 · verse 27

Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.