Acts 22
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς ⸂νυνὶ⸃ ἀπολογίας.
2Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν,
3Ἐγὼ ⸋μέν⸌ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· 4ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας. 5Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν. 6Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. 7Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; 8Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, κύριε; Εἶπέν τε πρός ⸂με,⸃ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. 9Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, ⸋καὶ ἔμφοβοι ἐγένοντο·⸌ τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10Εἶπον δέ, Τί ποιήσω, κύριε; Ὁ δὲ κύριος εἶπεν πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. 12Ἀνανίας δέ τις, ἀνὴρ ⸂εὐσεβὴς⸃ κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ⸆ Ἰουδαίων, 13ἐλθὼν πρός ⸂με⸃ καὶ ἐπιστὰς εἶπέν μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14Ὁ δὲ εἶπεν, Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. 15Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα ⸂τοῦ κυρίου.⸃ 17Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, 18καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου ⸋τὴν⸌ μαρτυρίαν περὶ ἐμοῦ. 19Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ⸂ἐπὶ⸃ σέ· 20καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸋τῇ ἀναιρέσει αὐτοῦ,⸌ ⸆ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21Καὶ εἶπεν πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ ⸂καθῆκεν⸃ αὐτὸν ζῇν. 23Κραζόντων ⸂δὲ⸃ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24ἐκέλευσεν ⸂αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι⸃ εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25Ὡς δὲ ⸂προέτεινεν⸃ αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ⸉ἀπήγγειλεν τῷ χιλιάρχῳ⸊ λέγων, ⸋Ὅρα⸌ τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. 27Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, ⸋εἰ⸌ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί. 28Ἀπεκρίθη ⸂τε⸃ ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι. 29Εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι ⸉ἦν αὐτὸν⸊ δεδεκώς.
30Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται ⸂παρὰ⸃ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ⸋ἀπὸ τῶν δεσμῶν,⸌ καὶ ἐκέλευσεν ⸂ 2ἐλθεῖν⸃ τοὺς ἀρχιερεῖς καὶ ⸂ 3ὅλον⸃ τὸ συνέδριον ⸋ 2αὐτῶν,⸌ καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

Did you know?
Paul's Defense in Jerusalem
- Paul began his defense in Hebrew, and the crowd grew even quieter. He presented himself as a Jew born in Tarsus of Cilicia, raised in Jerusalem, and educated at the feet of Gamaliel in strict conformity to the law of the fathers. A dictionary entry describes Gamaliel as a learned Pharisee, grandson of the rabbi Hillel, and president of the Sanhedrin during the reigns of Tiberius, Caligula, and Claudius.Sources: the Bible text itself · Gamaliel
- Paul recalled imprisoning and beating believers, and standing by in approval while he watched over the garments of those who killed Stephen. A dictionary entry calls Stephen, one of the seven deacons, the first Christian martyr, and notes that the stoners laid their clothes at the feet of the young Pharisee Saul of Tarsus, a scene that left a deep impression which Paul recalls in this speech.Sources: the Bible text itself · Stephen
- The crowd listened until Paul said he would be sent far away to the Gentiles; then they shouted that he was not fit to live, threw off their cloaks, and tossed dust into the air. As they stretched him out to strap him down, he asked the centurion whether it was lawful to flog a Roman citizen without a trial, and told the commander that he had been born a citizen, while the commander had paid a high price for his. A chronology dates this testimony, and his appearance before the Council the next day, to AD 54.Sources: the Bible text itself · Paul gives his testimony · Paul goes before the Council
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
- Cilicia · 36.913, 34.892 · verse 3
- Jerusalem · 31.777, 35.234 · verses 3, 5, 17, 18
- Tarsus · 36.913, 34.892 · verse 3
- Damascus · 33.511, 36.306 · verses 5, 6, 10, 11, 12
- Nazareth · 32.702, 35.298 · verse 8
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org