Nations Bible

Acts 10

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Ἀνὴρ δέ τις ⸋ἦν⸌ ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, 2εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ⸋τε⸌ ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός. 3Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ⸆ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτόν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. 4Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν, Τί ἐστιν, κύριε; Εἶπεν δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ⸂ἐνώπιον⸃ τοῦ θεοῦ. 5Καὶ νῦν πέμψον ⸉εἰς Ἰόππην ἄνδρας,⸊ καὶ μετάπεμψαι Σίμωνα ⸂τὸν ἐπικαλούμενον Πέτρον·⸃ 6οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν· ⸆ 7ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ⸂τῷ Κορνηλίῳ,⸃ φωνήσας δύο τῶν οἰκετῶν ⸋αὐτοῦ,⸌ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, 8καὶ ἐξηγησάμενος ⸉αὐτοῖς ἅπαντα,⸊ ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.

9Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην· 10ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ⸂ἐκείνων,⸃ ⸂ 2ἐπέπεσεν⸃ ἐπ᾽ αὐτὸν ἔκστασις, 11καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ⸋ἐπ᾽ αὐτὸν⸌ σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς ⸋ 2δεδεμένον, καὶ⸌ καθιέμενον ἐπὶ τῆς γῆς· 12ἐν ᾧ ὑπῆρχεν πάντα ⸂τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.⸃ 13Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14Ὁ δὲ Πέτρος εἶπεν, Μηδαμῶς, κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ⸂ἢ⸃ ἀκάθαρτον. 15Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. 16Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ ⸂πάλιν⸃ ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.

17Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ⸋καὶ⸌ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ⸂ἀπὸ⸃ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν ⸆ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18καὶ φωνήσαντες ⸂ἐπυνθάνοντο⸃ εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται. 19Τοῦ δὲ Πέτρου ⸂διενθυμουμένου⸃ περὶ τοῦ ὁράματος, εἶπεν ⸂ 2αὐτῷ τὸ πνεῦμα,⸃ Ἰδού, ἄνδρες ⸆ ⸂ 3ζητοῦσίν⸃ σε. 20Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· ⸂διότι⸃ ἐγὼ ἀπέσταλκα αὐτούς. 21Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας ⸆ εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε; 22Οἱ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ⸋ἁγίου⸌ μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. 23Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν.

Τῇ δὲ ἐπαύριον ⸆ ⸋ὁ Πέτρος⸌ ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ ⸆ 2 Ἰόππης συνῆλθον αὐτῷ. 24⸂Καὶ τῇ⸃ ἐπαύριον ⸂ 2εἰσῆλθον⸃ εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25Ὡς δὲ ἐγένετο ⸋τοῦ⸌ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν. 26Ὁ δὲ Πέτρος ⸉αὐτὸν ἤγειρεν⸊ λέγων, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. 27Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, 28ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· 29διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με. 30Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην ⸋νηστεύων, καὶ⸌ τὴν ἐνάτην ⸋ 2ὥραν⸌ προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 31καί φησιν, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. 32Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ⸋ὃς παραγενόμενος λαλήσει σοι.⸌ 33Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ ⸂τοῦ θεοῦ.⸃ 34Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν,

Ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός· 35ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. 36Τὸν λόγον ⸋ὃν⸌ ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ χριστοῦ—οὗτός ἐστιν πάντων κύριος— 37ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, ⸂ἀρξάμενον⸃ ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης· 38Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ. 39Καὶ ἡμεῖς ⸋ἐσμεν⸌ μάρτυρες πάντων ὧν ἐποίησεν ⸂ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ·⸃ ὃν ⸋ 2καὶ⸌ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. 40Τοῦτον ὁ θεὸς ἤγειρεν ⸆ τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. 42Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι ⸂αὐτός⸃ ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.

44Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, ⸂ὅσοι⸃ συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ ⸂ 2τοῦ ἁγίου πνεύματος⸃ ἐκκέχυται. 46Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν θεόν. Τότε ἀπεκρίθη ⸋ὁ⸌ Πέτρος, 47Μήτι τὸ ὕδωρ ⸉κωλῦσαι δύναταί⸊ τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ⸂καθὼς⸃ καὶ ἡμεῖς; 48Προσέταξέν ⸂τε⸃ αὐτοὺς ⸂ 2βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου.⸃ Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

Peter and the Gentiles at Caesarea

  • Caesarea, where Cornelius lived, lay on the Mediterranean coast, on the road from Tyre to Egypt, about seventy miles northwest of Jerusalem. Easton's Bible Dictionary (1897) says Herod the Great built it in 10 B.C. on the site of Strato's Tower and named it after Caesar Augustus. The same work calls it the capital of the Roman province of Judaea, the seat of the governors, and the great Gentile city of Palestine.Sources: Caesarea · the Bible text itself
  • Cornelius was a centurion in what was called the Italian Regiment. He and all his household were devout and God-fearing; he gave generously to the people and prayed to God regularly. Easton's Bible Dictionary (1897) says that living in Caesarea probably brought him into contact with Jews and their expectations about the Messiah, and that he and his family were baptized.Sources: Cornelius · the Bible text itself
  • Peter was staying in Joppa with Simon the tanner, a Christian whose house stood by the sea. Joppa, the chief seaport of Judea, lay on a sandy promontory between Caesarea and Gaza, about thirty miles northwest of Jerusalem. An event chronology dates Peter's meeting with Cornelius to AD 38.Sources: Simon the Tanner · Joppa · the Bible text itself · Peter meets Cornelius

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Places in this chapter

  • Caesarea · Today: Caesarea Maritima · 32.500, 34.892 · verses 1, 24
  • Joppa · Today: Jaffa · 32.054, 34.753 · verses 5, 8, 23, 32
  • Galilee · 32.760, 35.527 · verse 37
  • Judea · Today: Judea 1 · 31.777, 35.234 · verses 37, 39
  • Nazareth · 32.702, 35.298 · verse 38
  • Jerusalem · 31.777, 35.234 · verse 39

Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.