1 Timothy 4
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, 2ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, 3κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν. 4Ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον· 5ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
6Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος ⸉Ἰησοῦ χριστοῦ,⸊ ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. 7Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· 8ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ⸂ἐπαγγελίαν⸃ ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. 9Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος. 10Εἰς τοῦτο γὰρ ⸋καὶ⸌ κοπιῶμεν καὶ ⸂ὀνειδιζόμεθα,⸃ ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. 11Παράγγελλε ταῦτα καὶ δίδασκε. 12Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ⸋ἐν πνεύματι,⸌ ἐν πίστει, ἐν ἁγνείᾳ. 13Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ⸋ἐν⸌ πᾶσιν. 16Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

Did you know?
False Teaching and Godly Training
- The chapter says the Spirit expressly states that in later times some will abandon the faith to follow deceitful spirits and the teachings of demons. They are influenced by the hypocrisy of liars whose consciences are seared with a hot iron, and they will prohibit marriage and require abstinence from certain foods.Sources: the Bible text itself
- The letter answers those demands by saying God created such foods to be received with thanksgiving by those who believe and know the truth. Every creation of God is good, and nothing received with thanksgiving should be rejected, because it is sanctified by the word of God and prayer.Sources: the Bible text itself
- The writer urges the young person he addresses not to let anyone despise his youth, but to set an example in speech, conduct, love, faith, and purity. Until the writer comes, he is to devote himself to the public reading of Scripture, to exhortation, and to teaching, and not neglect the gift given through prophecy when the elders laid hands on him. Physical exercise, the letter adds, is of limited value, while godliness is valuable in every way, holding promise for the present life and the life to come, a saying the letter calls trustworthy and worthy of full acceptance.Sources: the Bible text itself
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org