1 Peter 4
Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.
1Χριστοῦ οὖν ⸂παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε· ὅτι ὁ παθὼν ἐν σαρκί,⸃ πέπαυται ⸂ 2ἁμαρτίας·⸃ 2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι ⸆ θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. 3Ἀρκετὸς γὰρ ⸂ἡμῖν⸃ ὁ παρεληλυθὼς χρόνος ⸋τοῦ βίου⸌ τὸ ⸂ 2θέλημα⸃ τῶν ἐθνῶν ⸂ 3κατεργάσασθαι,⸃ πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρείαις· 4ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· 5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ⸂ἔχοντι κρῖναι⸃ ζῶντας καὶ νεκρούς. 6Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσιν μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσιν δὲ κατὰ θεὸν πνεύματι.
7Πάντων δὲ τὸ τέλος ἤγγικεν· σωφρονήσατε οὖν καὶ νήψατε εἰς ⸋τὰς⸌ προσευχάς· 8πρὸ πάντων ⸋δὲ⸌ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ⸆ ἀγάπη ⸂καλύψει⸃ πλῆθος ἁμαρτιῶν· 9φιλόξενοι εἰς ἀλλήλους ἄνευ ⸂γογγυσμῶν·⸃ 10ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· 11εἴ τις λαλεῖ, ⸂ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ ὁ θεός·⸃ ἵνα ἐν πᾶσιν δοξάζηται ⸋ὁ⸌ θεὸς διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἐστὶν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸋ 2τῶν αἰώνων.⸌ Ἀμήν.
12Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος· 13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι χριστοῦ, μακάριοι· ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶς ⸂ἀναπαύεται·⸃ ⸋κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.⸌ 15Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεύς, ἢ κλέπτης, ἢ κακοποιός, ἢ ὡς ἀλλοτριοεπίσκοπος· 16εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ⸂μέρει⸃ τούτῳ. 17Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; 18Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ⸆ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; 19Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ, ⸋ὡς⸌ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς ⸂αὐτῶν⸃ ἐν ἀγαθοποιΐᾳ.

Did you know?
A fiery trial and a different way of life
- The chapter says the readers have already spent enough time in the past carrying out the same desires as the Gentiles: debauchery, lust, drunkenness, orgies, carousing, and detestable idolatry. Their remaining time on earth is not to be lived for human passions but for the will of God, and those people find it strange that they will not plunge with them into the same flood of reckless indiscretion and heap abuse on them.Sources: the Bible text itself
- The chapter tells readers not to be surprised by the fiery trial that has come upon them, as if something strange were happening, but to rejoice that they share in Christ's sufferings. Suffering as a murderer, thief, wrongdoer, or meddler is set apart from suffering as a Christian: in that case they should not be ashamed, but glorify God that they bear that name. Those insulted for the name of Christ are called blessed, because the Spirit of glory and of God rests on them.Sources: the Bible text itself
- Because the end of all things is near, the chapter urges a clear mind and sobriety so that they can pray, and above all a deep love that covers over a multitude of sins, together with hospitality offered without complaining. Each person is to use whatever gift has been received, as a good steward of God's manifold grace: one who speaks should speak as one conveying the words of God, and one who serves should serve with the strength God provides.Sources: the Bible text itself
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Credits and license for this translation
Η Καινή Διαθήκη Solid Rock Greek New Testament, Scholar's Edition Public Domain Language: Ελληνικά (Greek, Ancient) Translation by: Robinson and Pierpont Contributor: Joey McCollum and Stephen Brown 2026-10-02
Source: http://ebible.org/grcsr/ · eBible.org