Nations Bible

1 John 5

Η Καινή Διαθήκη · Tap a verse to see its cross-references.

1Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστὶν ὁ χριστός, ἐκ τοῦ θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ ⸋καὶ⸌ τὸν γεγεννημένον ἐξ αὐτοῦ. 2Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ ⸂τηρῶμεν.⸃ 3Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, 4ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ⸂ὑμῶν.⸃ 5Τίς ⸂ἐστιν⸃ ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ; 6Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, ⸂Ἰησοῦς χριστός·⸃ οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ⸂ 2ἐν τῷ ὕδατι καὶ τῷ αἵματι.⸃ Καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. 7Ὅτι τρεῖς εἰσὶν οἱ μαρτυροῦντες, ⸆ 8⸆ τὸ πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. 9Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ, ⸂ἣν⸃ μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. 10Ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ⸂αὐτῷ·⸃ ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν, ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. 11Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ⸉ἡμῖν ὁ θεός,⸊ καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστίν. 12Ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει. 13Ταῦτα ἔγραψα ὑμῖν ⸉τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε,⸊ ⸋καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ.⸌

14Καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ⸂ἡμῶν·⸃ 15καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν, ὃ ⸂ἐὰν⸃ αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ⸂ 2παρ᾽⸃ αὐτοῦ. 16Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωὴν τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. 17Πᾶσα ἀδικία ἁμαρτία ἐστίν· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.

18Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει· ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ⸂ἑαυτόν,⸃ καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. 19Οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμέν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. 20Οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα ⸂γινώσκωμεν⸃ τὸν ἀληθινόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ χριστῷ. Οὗτός ἐστιν ⸂ 2ὁ ἀληθινὸς θεός, καὶ ζωὴ αἰώνιος.⸃ 21⸂Τεκνία, φυλάξατε ἑαυτὰ⸃ ἀπὸ τῶν εἰδώλων. ⸋Ἀμήν.⸌

Artistic illustration — an interpretation, not a historical record.

Did you know?

Faith, Testimony, and Life

  • This chapter says that everyone who believes Jesus is the Christ has been born of God, and that loving the Father also means loving those born of him. It describes love for God as keeping his commandments, which are not burdensome, because everyone born of God overcomes the world, and it calls that victory faith in Jesus as the Son of God.Sources: the Bible text itself
  • Jesus Christ is said to have come by water and blood, not by water alone, and the Spirit is said to testify to this because the Spirit is the truth; the chapter does not explain here what the water and the blood are. It names the Spirit, the water, and the blood as three that testify in agreement, and calls God’s testimony about his Son greater than human testimony: God has given us eternal life, and this life is in his Son. The writer says he wrote these things so that those who believe in the name of the Son of God may know that they have eternal life.Sources: the Bible text itself
  • Readers are told to ask God for a brother who commits a sin that does not lead to death, while the writer says he is not telling them to ask about a sin that does lead to death. He does not name either sin, though he says that all unrighteousness is sin and that there is sin that does not lead to death. The chapter ends by telling little children to keep themselves from idols.Sources: the Bible text itself

Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.

Credits and license for this translation
Η Καινή Διαθήκη
Solid Rock Greek New Testament, Scholar's Edition
Public Domain
Language: Ελληνικά (Greek, Ancient)
Translation by: Robinson and Pierpont
Contributor: Joey McCollum and Stephen Brown
2026-10-02

Source: http://ebible.org/grcsr/ · eBible.org

Talk to us

Tell us where you read from, how the Bible has helped you, or what we could improve. We read every message.