Genesis 36
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA · Tap a verse to see its cross-references.
1ΑΥΤΑΙ δὲ αἱ γενέσεις Ἡσαῦ (αὐτός ἐστιν Ἐδώμ)· 2Ἡσαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν Ἀδὰ θυγατέρα Αἰλὼμ τοῦ Χετταίου καὶ τοῦ Ὀλιβεμὰ θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου 3καὶ τὴν Βασεμὰθ θυγατέρα Ἰσμαὴλ ἀδελφὴν Ναβεώθ. 4ἔτεκε δὲ αὐτῷ Ἀδὰ τὸν Ἑλιφάς, καὶ Βασεμὰθ ἔτεκε τὸν Ραγουήλ, 5καὶ Ὀλιβεμὰ ἔτεκε τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κορέ· οὗτοι υἱοὶ Ἡσαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν. 6ἔλαβε δὲ Ἡσαῦ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν, καὶ ἐπορεύθη Ἡσαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπό προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. 7ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. 8κατῴκησε δὲ Ἡσαῦ ἐν τῷ ὄρει Σηεὶρ ( Ἡσαῦ αὐτός ἐστιν Ἐδώμ).
9Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηείρ, 10καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἡσαῦ· Ἑλιφὰς υἱὸς Ἀδᾶς γυναικὸς Ἡσαῦ καὶ Ραγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς Ἡσαῦ. 11ἐγένοντο δὲ Ἑλιφὰς υἱοί· Θαιμάν, Ὡμάρ, Σωφάρ, Γοθὼμ καὶ Κενέζ· 12Θαμνὰ δὲ ἦν παλλακὴ Ἑλιφὰς τοῦ υἱοῦ Ἡσαῦ καὶ ἔτεκε τῷ Ἑλιφὰς τὸν Ἀμαλήκ· οὗτοι υἱοὶ Ἀδᾶς γυναικὸς Ἡσαῦ. 13οὗτοι δὲ υἱοὶ Ραγουήλ· Ναχόθ, Ζαρέ, Σομέ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ. 14οὗτοι δὲ υἱοὶ Ὀλιβεμᾶς θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς Ἡσαῦ· ἔτεκε δὲ τῷ Ἡσαῦ τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κορέ. 15οὗτοι ἡγεμόνες υἱοὶ Ἡσαῦ· υἱοὶ Ἑλιφὰς πρωτοτόκου Ἡσαῦ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν Ὡμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ, 16ἡγεμὼν Κορέ, ἡγεμὼν Γοθώμ, ἡγεμὼν Ἀμαλήκ· οὗτοι ἡγεμόνες Ἑλιφὰς ἐν γῇ Ἰδουμαίᾳ· οὗτοι υἱοὶ Ἀδᾶς. 17καὶ οὗτοι υἱοὶ Ραγουὴλ υἱοῦ Ἡσαῦ· ἡγεμὼν Ναχώθ, ἡγεμὼν Ζαρέ, ἡγεμὼν Σομέ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ραγουὴλ ἐν γῇ Ἐδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ. 18οὗτοι δὲ υἱοὶ Ὀλιβεμᾶς γυναικὸς Ἡσαῦ· ἡγεμὼν Ἰεούλ, ἡγεμὼν Ἰεγλόμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες Ὀλιβεμᾶς θυγατρὸς Ἀνὰ γυναικὸς Ἡσαῦ. 19οὗτοι υἱοὶ Ἡσαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ Ἐδώμ.
20Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτά, Σωβάλ, Σεβεγών, Ἀνὰ 21καὶ Δησὼν καὶ Ἀσὰρ καὶ Ρισών· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ. 22ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά. 23οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ καὶ Μαναχὰθ καὶ Γαιβὴλ καὶ Σωφὰρ καὶ Ὡμάρ. 24καὶ οὗτοι υἱοὶ Σεβεγών· Ἀϊέ καὶ Ἀνά· οὗτός ἐστιν Ἀνά, ὃς εὗρε τὸν Ἰαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ. 25οὗτοι δὲ υἱοὶ Ἀνά· Δησὼν καὶ Ὀλιβεμὰ θυγάτηρ Ἀνά. 26οὗτοι δὲ υἱοὶ Δησών· Ἀμαδὰ καὶ Ἀσβὰν καὶ Ἰθρὰν καὶ Χαρράν. 27οὗτοι δὲ υἱοὶ Ἀσάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ Ἰουκάμ. 28οὗτοι δὲ υἱοὶ Ρισών· Ὧς καὶ Ἀράν. 29οὗτοι δὲ ἡγεμόνες Χορρί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν Ἀνά, 30ἡγεμὼν Δησών, ἡγεμὼν Ἀσάρ, ἡγεμὼν Ρισών. οὗτοι ἡγεμόνες Χορρὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ.
31Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ. 32καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. 33ἀπέθανε δὲ Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. 34ἀπέθανε δὲ Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀσὼμ ἐκ τῆς γῆς Θαιμανών. 35ἀπέθανε δὲ Ἀσώμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ. 36ἀπέθανε δὲ Ἀδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαδὰ ἐκ Μασεκκᾶς. 37ἀπέθανε δὲ Σαμαδά, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν. 38ἀπέθανε δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼν υἱὸς Ἀχοβώρ. 39ἀπέθανε δὲ Βαλαεννὼν υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀρὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραΐθ, υἱοῦ Μαιζοώβ.
40Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ἡσαῦ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεθέρ, 41ἡγεμὼν Ὀλιβεμάς, ἡγεμὼν Ἡλάς, ἡγεμὼν Φινών, 42ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, 43ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωίν. οὗτοι ἡγεμόνες Ἐδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος Ἡσαῦ πατὴρ Ἐδώμ.

Did you know?
Esau, Father of the Edomites
- Genesis 36 is the family record of Esau, also called Edom, a name meaning “red,” linked to the red lentil stew for which he sold his birthright. Because his household and Jacob’s had more livestock than the land could support together, Esau left Canaan and settled in the mountainous region of Seir, east of the Arabah, which became the land of Edom.Sources: the Bible text itself · Esau (Edom) · Seir · Edom
- Easton's Bible Dictionary (1897) notes that Esau’s three wives receive different names in this genealogy from those in the earlier narrative. Adah, daughter of Elon the Hittite, is also called Bashemath; Basemath, daughter of Ishmael, is also called Mahalath; and the wife identified as the daughter of Beeri the Hittite appears here as Oholibamah, daughter of Anah and granddaughter of Zibeon the Hivite.Sources: Bashemath · Adah · Aholibamah · the Bible text itself
- Mount Seir was first occupied by the Horites, whom the Edomites later drove out, yet this chapter still lists the Horite chiefs in the land of Edom. It also names kings who reigned in Edom before any king reigned over the Israelites, including Bela, whose city was Dinhabah, and Jobab of Bozrah, a city later mentioned by the prophets.Sources: the Bible text itself · Seir · Dinhabah · Bozrah
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
- Canaan · 32.767, 35.333 · verses 2, 5, 6
- Edom · 30.746, 35.604 · verses 9, 16, 17, 20, 21, 31, 32, 40, 43
- Midian · 28.495, 35.012 · verse 35
- Moab · Today: Moab 1 · 31.181, 35.701 · verse 35
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA The Old Testament in Ancient Greek, Septuagint translation Public Domain ℗ Orthodox Media Network Language: Ελληνικά (Greek, Ancient) Dialect: Koine ORTHODOX MEDIA NETWORK-ΟΡΘΟΔΟΞΟ ΔΙΚΤΥΟ ΕΝΗΜΕΡΩΣΗΣ A Voice from the Heart of Mount Athos to the World Orthodox Media Network ( https://vivlos.link/DEqNY ) was founded on Mount Athos – the only monastic republic in the world – with main mission to promote the Holy Scriptures and preserve the spiritual and cultural heritage of Orthodox monasticism, using mainly the internet. Since 2010, its founder and General Secretary, Apostolos Vavylis, has become the first person internationally to record the entire Bible in both the original ancient Greek text and its modern Greek translation. This work – unprecedented in Orthodox tradition – has reached and inspired millions: * Over 15 million people (estimated) have listened to at least one chapter of the recorded Bible. * Hundreds of independent accounts across nearly every digital platform, share these recordings in countless forms. We have never claimed copyright or demanded takedowns of these reproductions — because our goal is not profit, but the free and faithful dissemination of the Word of God and the blessing it brings to the world. We welcome anyone that would like to publicly share our work with the only condition to publish the present text as a minimum respect to our mission. * Our vision: To place a Bible in every Greek-speaking home, wherever it may be on earth. There are an estimated 17 million Greeks living in nearly 100 countries. * If you wish to support or partner with us, please contact: * [email protected] The Old Testament (Septuaginta) We are a voice of Orthodoxy, a witness of the Word, and a blessing to the Nations. 2026-02-13
Source: http://ebible.org/grclxx/ · eBible.org