Genesis 33
μετάφραση των εβδομήκοντα · Tap a verse to see its cross-references.
1Ἀναβλέψας δὲ Ἰακὼβ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε· καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος, καὶ τετρακόσιοι ἄνδρες μετʼ αὐτοῦ· καὶ διεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν, καὶ ἐπὶ Ῥαχὴλ, καὶ τὰς δύο παιδίσκας. 2Καὶ ἔθετο τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις, καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω, καὶ Ῥαχὴλ καὶ Ἰωσὴφ ἐσχάτους. 3Αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν· καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις, ἕως τοῦ ἐγγίσαι τῷ ἀδελφῷ αὐτοῦ. 4Καὶ προσέδραμεν Ἡσαῦ εἰς συνάντησιν αὐτῷ· καὶ περιλαβὼν αὐτὸν προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν· καὶ ἔκλαυσαν ἀμφότεροι. 5Καὶ ἀναβλέψας Ἡσαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία· καὶ εἶπε, τί ταῦτά σοι ἐστίν; ὁ δὲ εἶπε, τὰ παιδία, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου. 6Καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν, καὶ προσεκύνησαν. 7Καὶ προσήγγισε Λεία καὶ τὰ τέκνα αὐτῆς, καὶ προσεκύνησαν· καὶ μετὰ ταῦτα προσήγγισε Ῥαχὴλ καὶ Ἰωσὴφ, καὶ προσεκύνησαν. 8Καὶ εἶπε, τί ταῦτά σοι ἐστὶν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε. 9Εἶπε δὲ Ἡσαῦ, ἔστι μοι πολλὰ, ἀδελφέ· ἔστω σοι τὰ σά. 10Εἶπε δὲ Ἰακὼβ, εἰ εὓρον χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ, καὶ εὐδοκήσεις με. 11Λάβε τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς, καὶ ἔστι μοι πάντα· καὶ ἐβιάσατο αὐτὸν, καὶ ἔλαβε. 12Καὶ εἶπεν, ἀπάραντες πορευσώμεθα ἐπʼ εὐθεῖαν. 13Εἶπε δὲ αὐτῷ, ὁ κύριός μου γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπʼ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη. 14Προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ· ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου, καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ. 15Εἶπε δὲ Ἡσαῦ, καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετʼ ἐμοῦ· ὁ δὲ εἶπεν, ἱνατί τοῦτο; ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε. 16Ἀπέστρεψε δὲ Ἡσαῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηείρ. 17Καὶ Ἰακὼβ ἀπαίρει εἰς σκηνὰς, καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας, καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησε σκηνάς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί.
18Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ, πόλιν Σηκίμων, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας· καὶ παρενέλαβε κατὰ πρόσωπον τῆς πόλεως. 19Καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμμὼρ πατρὸς Συχὲμ, ἑκατὸν ἀμνῶν. 20Καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραήλ.

Did you know?
Jacob Meets Esau and Camps at Shechem
- Esau, Rebekah’s hairy firstborn twin, sold his birthright to Jacob for red lentil stew; he lived as a hunter, while Jacob became a shepherd, and the story of their birth is presented as foreshadowing enmity between the brothers and the nations they founded. Even so, when Esau approaches with four hundred men, Jacob goes on ahead and bows to the ground seven times, putting the maidservants and their children first, Leah and her children next, and Rachel and Joseph last—yet Esau runs to embrace and kiss him, and both weep.Sources: Esau (Edom) · Jacob (Israel) · the Bible text itself
- That day Esau started back toward Seir, which Easton's Bible Dictionary (1897) describes as a mountainous region along the east side of the Arabah, from the southeastern end of the Dead Sea to near Akabah, the eastern branch of the Red Sea—first occupied by the Horites and later allotted to Esau’s descendants, the Edomites. Jacob went on instead to Succoth, which the same dictionary places east of the Jordan, about a mile north of the Jabbok; there he built a house and shelters for his livestock, which is why the place was called Succoth.Sources: Seir · Succoth · the Bible text itself
- After leaving Paddan-aram—commonly regarded as the plain of Mesopotamia around Haran—Jacob arrived safely at the city of Shechem in the land of Canaan and camped just outside it, in the narrow valley between Ebal on the north and Gerizim on the south. He bought the plot where he pitched his tent from the sons of Hamor, a Hivite and the father of Shechem, for a hundred pieces of silver, and there he set up an altar and called it El-Elohe-Israel.Sources: Paddan-aram · Shechem · Hamor · the Bible text itself
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
μετάφραση των εβδομήκοντα The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton Public Domain Language: Ἑλληνική (Greek, Ancient) Dialect: Koine 2026-04-08
Source: http://ebible.org/grcbrent/ · eBible.org