Exodus 24
μετάφραση των εβδομήκοντα · Tap a verse to see its cross-references.
1Καὶ Μωυσῇ εἶπεν, ἀνάβηθι πρὸς τὸν Κύριον σὺ καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ· καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ. 2Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεὸν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν, ὁ δὲ λαὸς οὐ συναναβήσεται μετʼ αὐτῶν. 3Εἰσῆλθε δὲ Μωυσῆς, καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ, λέγοντες, πάντας τοὺς λόγους, οὓς ἐλάλησε Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα. 4Καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ῥήματα Κυρίου· ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωῒ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 5Καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραήλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα· καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια. 6Λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον. 7Καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν, πάντα ὅσα ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα. 8Λαβὼν δὲ Μωυσῆς τὸ αἷμα, κατεσκέδασε τοῦ λαοῦ, καὶ εἶπεν, ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.
9Καὶ ἀνέβη Μωυσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοῦδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ. 10Καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραήλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι. 11Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον. 12Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἀνάβηθι πρὸς με εἰς τὸ ὄρος, καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολας, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. 13Καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ. 14Καὶ τοῖς πρεσβυτέροις εἶπαν, ἡσυχάζετε αὐτοῦ, ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὢρ μεθʼ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς. 15Καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. 16Καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινὰ, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. 17Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, ἐναντίον τῶν υἱῶν Ἰσραήλ. 18Καὶ εἰσῆλθε Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης, καὶ ἀνέβη εἰς τὸ ὄρος· καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσεράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.

Did you know?
The Covenant at Mount Sinai
- Easton's Bible Dictionary (1897) says Mount Sinai, also called Horeb, was the mountain district the Hebrews reached in the third month after the Exodus, where they remained encamped for about a year. It notes that the last twenty-two chapters of Exodus, all of Leviticus, and Numbers 1–11 record what took place during that stay.Sources: Mount Sinai
- The LORD tells Moses to come up with Aaron, Nadab and Abihu, and seventy of Israel's elders, yet Moses alone is to approach, while the others worship at a distance and the people do not go up. Nadab was Aaron's eldest son and Abihu his second; Easton's Bible Dictionary (1897) notes that the two brothers went with their father and the elders only part of the way up the mountain.Sources: the Bible text itself · Aaron · Nadab · Abihu
- Moses then climbs farther with Joshua, his attendant, and leaves Aaron and Hur with the elders so that anyone with a dispute can go to them. Easton's Bible Dictionary (1897) calls Joshua Moses' servant, who accompanied him part of the way up Sinai, and identifies Hur, the husband of Miriam, as the man associated with Aaron in charge of the people while Moses was absent on the mountain.Sources: the Bible text itself · Joshua · Hur
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Credits and license for this translation
μετάφραση των εβδομήκοντα The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton Public Domain Language: Ἑλληνική (Greek, Ancient) Dialect: Koine 2026-04-08
Source: http://ebible.org/grcbrent/ · eBible.org