1 Samuel 27
μετάφραση των εβδομήκοντα · Tap a verse to see its cross-references.
1Καὶ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων, νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ· καὶ οὐκ ἔστι μοι ἀγαθὸν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων, καὶ ἀνῇ ἀπʼ ἐμοῦ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραὴλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ. 2Καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἐξακόσιοι ἄνδρες οἱ μετʼ αὐτοῦ, καὶ ἐπορεύθη πρὸς Ἀγχοῦς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ. 3Καὶ ἐκάθισε Δαυὶδ μετὰ Ἀγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινάαμ Ἰεζραηλίτις καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 4Καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γὲθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν.
5Καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατʼ ἀγρὸν, καὶ καθήσομαι ἐκεῖ· καὶ ἱνατί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ; 6Καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς Ἰουδαίας ἕως τῆς ἡμέρας ταύτης. 7Καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων, τέσσαρας μῆνας.
8Καὶ ἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ, καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν Ἀμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. 9Καὶ ἔτυπτε τὴν γῆν, καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα· καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμὸν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Ἀγχοῦς. 10Καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, κατὰ Νότον τῆς Ἰουδαίας καὶ κατὰ Νότον Ἰεσμεγὰ καὶ κατὰ Νότον τοῦ Κενεζί. 11Καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ, λέγων, μὴ ἀναγγειλωσιν εἰς Γὲθ καθʼ ἡμῶν, λέγοντες, τάδε Δαυὶδ ποιεῖ· καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. 12Καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ Ἀγχοῦς σφόδρα, λέγων, ἤσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ἰσραὴλ, καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

Did you know?
David in Philistine Territory
- To permanently escape King Saul's pursuit, David sought refuge across the border in the Philistine city of Gath with Achish son of Maoch, bringing along his six hundred warriors and his two wives, Ahinoam of Jezreel and Abigail of Carmel.Sources: the Bible text itself · Achish · Gath · Ahinoam
- David requested an outlying settlement rather than residing in the Philistine royal city, leading Achish to grant him Ziklag in the Negev. David and his followers lived there for a year and four months, establishing a possession that later belonged to the kings of Judah.Sources: the Bible text itself · Ziklag · Achish
- Operating out of Ziklag, David raided nomadic groups in the southern desert toward Shur and Egypt, including the Amalekites. He left no survivors who could reveal his targets, leading King Achish to believe that David was attacking his own kinsmen in the Negev of Judah.Sources: the Bible text itself · Shur · Achish
Notes written with AI assistance from open sources (Theographic Bible Metadata, CC BY-SA 4.0; Easton’s Bible Dictionary, public domain) and reviewed before publishing.
Places in this chapter
Only places identified with high confidence are shown (90% or more according to the scholarly sources compiled by OpenBible). Period map: DARE (Digital Atlas of the Roman Empire), CC BY 4.0; modern map: © OpenStreetMap contributors; places: OpenBible.info (CC BY 4.0).
Credits and license for this translation
μετάφραση των εβδομήκοντα The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton Public Domain Language: Ἑλληνική (Greek, Ancient) Dialect: Koine 2026-04-08
Source: http://ebible.org/grcbrent/ · eBible.org